previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[23]

Τότε δὲ βουλόμενος πρὸς Τραχωνίτας ἀσφαλὴς εἶναι, κώμην πόλεως μέγεθος οὐκ ἀποδέουσαν ἔγνω Ἰουδαίων κτίσαι ἐν μέσῳ, δυσέμβολόν τε ποιεῖν τὴν αὐτοῦ καὶ τοῖς πολεμίοις ἐξ ἐγγίονος ὁρμώμενος ἐκ τοῦ ὀξέος κακουργεῖν. [24] καὶ ἐπιστάμενος ἄνδρα Ἰουδαῖον ἐκ τῆς Βαβυλωνίας σὺν πεντακοσίοις ἱπποτοξόταις πᾶσι καὶ συγγενῶν πλήθει εἰς ἑκατὸν ἀνδρῶν τὸν Εὐφράτην διαβεβηκότα κατὰ τύχας ἐν Ἀντιοχείᾳ τῇ ἐπὶ Δάφνῃ τῆς Συρίας διαιτᾶσθαι Σατορνίνου τοῦ τότε στρατηγοῦντος εἰς ἐνοίκησιν αὐτῷ δεδωκότος χωρίον, [25] Οὐλαθὰ ὄνομα αὐτῷ, μετεπέμπετο τοῦτον σὺν τῷ πλήθει τῶν ἑπομένων, παρέξειν ὑπισχνούμενος γῆν ἐν τοπαρχίᾳ τῇ λεγομένῃ Βαταναίᾳ, ὡρίζετο δὲ αὕτη τῇ Τραχωνίτιδι, βουλόμενος πρόβλημα τὴν κατοίκησιν αὐτοῦ κτᾶσθαι, ἀτελῆ τε τὴν χώραν ἐπηγγέλλετο καὶ αὐτοὺς εἰσφορῶν ἀπηλλαγμένους ἁπασῶν, αἳ εἰωθυῖαι ἐγκατοικεῖν τὴν γῆν ἄπρακτον παρασχόμενος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: