previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[286]

Ἄγγελοι δὲ Συλλαίῳ καταταχήσαντες εἰς Ῥώμην τὰ πεπραγμένα διεσάφουν εἰς μεῖζον, ὡς εἰκός, ἕκαστον τῶν γεγονότων αἴροντες. [287] δὲ ἤδη μὲν ἐπεπραγμάτευτο γνώριμος εἶναι Καίσαρι, τότε δὲ περὶ τὴν αὐλὴν ἀναστρεφόμενος ὡς ἤκουσεν εὐθὺς μεταμφιέννυται μέλαιναν ἐσθῆτα καὶ παρελθὼν ἔλεγεν ὡς αὐτόν, ὅτι πολέμῳ τὰ περὶ τὴν Ἀραβίαν εἴη κεκακωμένα καὶ πᾶσα ἀνάστατος βασιλεία στρατιᾷ πορθήσαντος αὐτὴν Ἡρώδου. [288] δακρύων δὲ πεντακοσίους μὲν ἐπὶ δισχιλίοις Ἀράβων ἀπολωλέναι τοὺς πρώτους ἔλεγεν, ἀνῃρῆσθαι δὲ καὶ τὸν στρατηγὸν αὐτῶν Νάκεβον οἰκεῖον αὐτῷ καὶ συγγενῆ, πλοῦτον δὲ διηρπάσθαι τὸν ἐν Ῥαέπτοις, καταπεφρονῆσθαι δὲ τὸν Ὀβόδαν ὑπὸ ἀσθενείας οὐκ ἀρκέσαντα τῷ πολέμῳ διὰ τὸ μήτ᾽ αὐτὸν μήτε τὴν Ἀραβικὴν δύναμιν παρεῖναι. [289] τοιαῦτα τοῦ Συλλαίου λέγοντος καὶ προστιθέντος ἐπιφθόνως, ὡς οὐδ᾽ ἂν αὐτὸς ἀπέλθοι τῆς χώρας μὴ πεπιστευκὼς ὅτι Καίσαρι μέλοι τὴν εἰρήνην ἅπασιν εἶναι πρὸς ἀλλήλους, μηδ᾽ εἰ παρὼν ἐτύγχανεν ἐκεῖ λυσιτελῆ ποιῆσαι τὸν πόλεμον Ἡρώδῃ, παροξυνθεὶς ἐπὶ τοῖς λεγομένοις Καῖσαρ ἀνέκρινε τῶν Ἡρώδου τοὺς παρόντας καὶ τῶν ἰδίων τοὺς ἀπὸ Συρίας ἥκοντας αὐτὸ μόνον, εἰ τὴν στρατιὰν Ἡρώδης ἐξαγάγοι. [290] τῶν δὲ τοῦτο μὲν αὐτὸ λέγειν ἀνάγκην ἐχόντων, τὸ δὲ ἐφ᾽ ὅτῳ καὶ πῶς οὐκ ἀκούοντος, ὀργή τε μείζων ἐγίνετο τῷ Καίσαρι καὶ γράφει πρὸς τὸν Ἡρώδην τά τε ἄλλα χαλεπῶς καὶ τοῦτο τῆς ἐπιστολῆς τὸ κεφάλαιον, ὅτι πάλαι χρώμενος αὐτῷ φίλῳ νῦν ὑπηκόῳ χρήσεται. [291] γράφει δὲ καὶ Σύλλαιος ὑπὲρ τούτων τοῖς Ἄραψιν. οἱ δ᾽ ἐπαρθέντες οὔτε τῶν λῃστῶν ὅσοι διέφυγον ἐξεδίδοσαν οὔτε τὰ χρήματα διευλύτουν, νομάς τε ἃς ἐκείνου μισθωσάμενοι διακατεῖχον ἀμισθὶ ταύταις ἐχρῶντο, τεταπεινωμένου τοῦ τῶν Ἰουδαίων βασιλέως διὰ τὴν ὀργὴν τοῦ Καίσαρος. [292] ἐπιτίθενται δὲ τῷ καιρῷ καὶ οἱ τὴν Τραχωνῖτιν ἔχοντες τῆς τῶν Ἰδουμαίων φρουρᾶς κατεξαναστάντες καὶ λῃστηρίοις χρώμενοι μετὰ τῶν Ἀράβων, οἳ ἐλεηλάτουν τὴν ἐκείνων χώραν οὐκ ἀπὸ ὠφελείας μόνον, ἀλλὰ καὶ μνησικακίας χαλεπώτεροι τὰς ἀδικίας ὄντες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: