previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[31]

Ἅπασι μὲν, μέγιστε Ἀγρίππα, τοῖς ἐν χρείᾳ γεγενημένοις ἀνάγκη καταφεύγειν ἐπὶ τοὺς ἀφελέσθαι τὰς ἐπηρείας αὐτῶν δυνησομένους, τοῖς δὲ νῦν ἐντυγχάνουσιν καὶ παρρησία: [32] τυχόντες γὰρ πρότερον ὑμῶν οἵους ηὔξαντο πολλάκις, τὸ μὴ τὰς χάριτας ἀφαιρεῖσθαι δι᾽ ὑμῶν αἰτοῦνται τῶν δεδωκότων, καὶ ταῦτα εἰληφότες μὲν αὐτὰς παρὰ τούτων, οἷς μόνοις διδόναι δύναμις, ἀφαιρούμενοι δ᾽ ὑπ᾽ οὐδενὸς κρείττονος, ἀλλ᾽ οὓς ἴσον ἔχειν αὐτοῖς ἀρχομένους ὁμοίως ὑμῶν ἴσασιν. [33] καίτοι γε εἴτε μεγάλων ἠξιώθησαν, ἔπαινός ἐστιν τῶν τετυχηκότων ὅτι τοσούτων παρέσχον αὑτοὺς ἀξίους, εἴτε μικρῶν, αἰσχρὸν μὴ καὶ ταῦτα βεβαιοῦν δεδωκότας. [34] οἵ γε μὴν ἐμποδὼν ὄντες καὶ πρὸς ἐπήρειαν χρώμενοι Ἰουδαίοις εὔδηλον ὡς ἄμφω ἀδικοῦσιν, τοὺς εἰληφότας, εἰ μὴ νομίζοιεν ἀγαθοὺς οἷς οἱ κρατοῦντες ἐμαρτύρησαν ἐν τῷ καὶ τοιαῦτα δεδωκέναι, καὶ τοὺς δεδωκότας, εἰ τὰς χάριτας αὐτῶν ἀβεβαίους ἀξιοῦσιν γενέσθαι. [35] εἰ δέ τις αὐτοὺς ἔροιτο δύο τούτων θάτερον ἐθέλοιεν ἂν ἀφαιρεθῆναι, τὸ ζῆν τὰ πάτρια ἔθη τὰς πομπὰς τὰς θυσίας τὰς ἑορτάς, ἃς τοῖς νομιζομένοις προσάγουσι θεοῖς, εὖ οἶδ᾽, ὅτι πάντα μᾶλλον αἱρήσονται παθεῖν καταλῦσαί τι τῶν πατρίων: [36] καὶ γὰρ τοὺς πολέμους οἱ πολλοὶ διὰ ταῦτα αἱροῦνται φυλαττόμενοι μὴ παραβαίνειν αὐτά, καὶ τὴν εὐδαιμονίαν, ἣν νῦν τὸ σύμπαν τῶν ἀνθρώπων γένος δι᾽ ὑμᾶς ἔχει, τούτῳ μετροῦμεν τῷ ἐξεῖναι κατὰ χώραν ἑκάστοις τὰ οἰκεῖα τιμῶσιν αὔξειν καὶ διαζῆν. [37] τοῦτο μὲν οὖν οὐκ ἂν αὐτοὶ παθεῖν ἑλόμενοι βιάζονται δρᾶν κατ᾽ ἄλλων ὥσπερ οὐχ ὁμοίως ἀσεβοῦντες, εἴτε τῶν οἰκείων εἰς θεοὺς ὁσίων ἀμελοῖεν, εἴτε τὰ οἰκεῖα τισὶν ἀνοσίως καταλύοιεν. [38] τόδ᾽ ἕτερον δ᾽ ἤδη σκοπήσομεν: ἔστι τις δῆμος πόλις κοινὸν ἔθνος ἀνθρώπων, οἷς οὐ μέγιστον ἀγαθῶν πέφυκε προστασία τῆς ὑμετέρας ἀρχῆς καὶ τὸ Ῥωμαϊκὸν κράτος; ἐθέλοι δ᾽ ἄν τις ἀκύρους τὰς ἐντεῦθεν εἶναι χάριτας; [39] οὐδεὶς οὐδὲ μαινόμενος: οὐδὲ γὰρ εἰσὶν οἱ μὴ μετέχοντες αὐτῶν ἰδίᾳ καὶ κοινῇ. καὶ μὴν οἱ τινὰς ὧν ὑμεῖς ἔδοτε παραιρούμενοι βέβαιον οὐδ᾽ αὐτοῖς οὐδὲν ὧν δι᾽ ὑμᾶς ἔχουσιν ὑπολείπονται. [40] καίτοι τὰς μὲν τούτων χάριτας οὐδὲ μετρῆσαι δυνατόν ἐστιν: εἰ γὰρ ἐκλογίσαιντο τὴν πάλαι βασιλείαν καὶ τὴν νῦν ἀρχήν, πολλῶν ὄντων ὅσα πρὸς εὐδαιμονίαν αὐτοῖς ἐπέδωκεν, ἔτι κατὰ πάντων ἀρκεῖ τὸ μηκέτι δούλους ἀλλ᾽ ἐλευθέρους φαίνεσθαι. [41] τὰ δ᾽ ἡμέτερα καὶ λαμπρῶς πραττόντων οὐκ ἔστιν ἐπίφθονα: δι᾽ ὑμᾶς γὰρ καὶ μετὰ πάντων εὐτυχοῦμεν καὶ τούτου μόνου μετέχειν ἠξιώσαμεν, ἀκωλύτως τὴν πάτριον εὐσέβειαν διαφυλάττειν, καὶ καθ᾽ αὑτὸ δόξειεν οὐκ ἐπίφθονον καὶ πρὸς τῶν συγχωρούντων εἶναι: [42] τὸ γὰρ θεῖον, εἰ χαίρει τιμώμενον, χαίρει τοῖς ἐπιτρέπουσι τιμᾶν, ἐθῶν τε τῶν ἡμετέρων ἀπάνθρωπον μὲν οὐδέν ἐστιν, εὐσεβῆ δὲ πάντα καὶ τῇ συνήθει δικαιοσύνῃ συγκαθωσιωμένα. [43] καὶ οὔτε ἀποκρυπτόμεθα τὰ παραγγέλματα, οἷς χρώμεθα πρὸς τὸν βίον ὑπομνήμασιν τῆς εὐσεβείας καὶ τῶν ἀνθρωπίνων ἐπιτηδευμάτων, τήν τε ἑβδόμην τῶν ἡμερῶν ἀνίεμεν τῇ μαθήσει τῶν ἡμετέρων ἐθῶν καὶ νόμου, μελέτην ὥσπερ ἄλλου τινὸς καὶ τούτων ἀξιοῦντες εἶναι δι᾽ ὧν οὐχ ἁμαρτησόμεθα. [44] καλὰ μὲν οὖν, ἐὰν ἐξετάζῃ τις καὶ καθ᾽ αὑτὰ τὰ ἔθη, παλαιὰ δ᾽ ἡμῖν, κἂν μή τισιν δοκῇ, ὥστ᾽ αὐτῶν καὶ τὸ τοῦ χρόνου τιμητὸν δυσαποδίδακτον εἶναι τοῖς ὁσίως παρειληφόσιν καὶ διαφυλάττουσιν. [45] τούτων ἡμᾶς ἀφαιροῦνται κατ᾽ ἐπήρειαν, χρήματα μὲν τῷ θεῷ συμφέρομεν ἐπώνυμα διαφθείροντες καὶ φανερῶς ἱεροσυλοῦντες, τέλη δ᾽ ἐπιτιθέντες κἀν ταῖς ἑορταῖς ἄγοντες ἐπὶ δικαστήρια καὶ πραγματείας ἄλλας, οὐ κατὰ χρείαν τῶν συναλλαγμάτων, ἀλλὰ κατ᾽ ἐπήρειαν τῆς θρησκείας, ἣν συνίσασιν ἡμῖν, μῖσος οὐ δίκαιον οὐδ᾽ αὐτεξούσιον αὐτοῖς πεπονθότες. [46] γὰρ ὑμετέρα κατὰ πάντων ἀρχὴ γενομένη μία τὴν μὲν εὔνοιαν ἐνεργὸν τὴν δὲ δύσνοιαν ἄνεργον ποιεῖ τοῖς τὸ τοιοῦτον ἀντ᾽ ἐκείνου προαιρουμένοις. [47] ταῦτ᾽ οὖν ἀξιοῦμεν, μέγιστε Ἀγρίππα, μὴ κακῶς πάσχειν μηδ᾽ ἐπηρεάζεσθαι μηδὲ κωλύεσθαι τοῖς ἔθεσι χρῆσθαι τοῖς ἡμετέροις μηδ᾽ ἀφαιρεῖσθαι τῶν ὄντων μηδ᾽ μὴ βιαζόμεθα τούτους ὑπὸ τούτων βιάζεσθαι: καὶ γὰρ οὐ δίκαια μόνον ἐστίν, ἀλλὰ καὶ ὑφ᾽ ὑμῶν δεδομένα πρότερον. [48] ἔτι καὶ δυναίμεθ᾽ ἂν πολλὰ δόγματα τῆς συγκλήτου καὶ τὰς ἐν τῷ Καπετωλίῳ κειμένας δέλτους ὑπὲρ τούτων ἀναγινώσκειν, δῆλον μὲν ὡς μετὰ πεῖραν τῆς ἡμετέρας εἰς ὑμᾶς πίστεως ἐδόθη, κύρια δὲ κἂν εἰ μηδενὸς ὕπαρξιν ἐχαρίσασθε. [49] σχεδὸν γὰρ οὐ μόνοις ἡμῖν ἀλλὰ πᾶσιν ἀνθρώποις τὰ μὲν ὄντα φυλάξαντες, μείζω δὲ τῶν ἐλπισθέντων προσθέντες εὐεργετεῖτε τῷ κρατεῖν, καὶ δύναιτ᾽ ἄν τις ἐπεξιὼν τὰς ἑκάστων εὐτυχίας, ἃς δι᾽ ὑμῶν ἔχουσιν, ἀπερίληπτον ποιῆσαι τὸν λόγον. [50] ἵνα μέντοι καὶ δικαίως ἁπάντων αὐτῶν τυγχάνοντας ἑαυτοὺς ἐπιδείξωμεν, ἀρκεῖ πρὸς παρρησίαν ἡμῖν τὰ πρότερον σιωπήσασιν τὸν βασιλεύοντα νῦν ἡμῶν καὶ σοὶ παρακαθεζόμενον εἰπεῖν. [51] ποία μὲν εὔνοια πρὸς τὸν ὑμέτερον οἶκον παραλέλειπται; ποία δὲ πίστις ἐνδεής ἐστιν; τίς δὲ οὐ νενόηται τιμή; ποία δὲ χρεία μὴ εἰς πρῶτον ὁρᾷ; τί δὴ κωλύει καὶ τὰς ἡμετέρας χάριτας τῶν εἰς τοσούτων εὐεργεσιῶν ἀριθμὸν εἶναι; [52] καλὸν δ᾽ ἴσως μηδὲ τὴν τοῦ πατρὸς Ἀντιπάτρου παραλιπεῖν ἀνδραγαθίαν ἀμνημόνευτον, ὃς εἰς Αἴγυπτον εἰσβεβληκότος Καίσαρος δισχιλίοις ὁπλίταις βοηθήσας οὔτ᾽ ἐν τοῖς κατὰ γῆν ἀγῶσιν οὔθ᾽ ὅτε νεῶν ἔδει δεύτερος ἐξητάζετο. [53] καὶ τί δεῖ λέγειν, ὅσην ἐκεῖνοι παρέσχον ῥοπὴν τῷ τότε καιρῷ καὶ πόσων καὶ τίνων δωρεῶν ὑπὸ Καίσαρος ἠξιώθησαν καθ᾽ ἕνα, δέον ἀναμνῆσαι τῶν ἐπιστολῶν, ἃς ἔγραψεν τότε Καῖσαρ τῇ συγκλήτῳ, καὶ ὡς δημοσίᾳ τιμὰς καὶ πολιτείαν ἔλαβεν Ἀντίπατρος; [54] ἀρκέσει γὰρ ταῦτα τὰ τεκμήρια τοῦ καὶ τὰς χάριτας ἡμᾶς κατ᾽ ἀξίαν ἔχειν καὶ παρὰ σοῦ τὸ βέβαιον αὐτῶν αἰτεῖν, παρ᾽ οὗ καὶ μὴ πρότερον δοθείσας ἦν ἐλπίσαι τὴν τοῦ βασιλέως πρὸς ὑμᾶς διάθεσιν καὶ τὴν ὑμετέραν πρὸς αὐτὸν ὁρῶσιν. [55] ἀπαγγέλλεται δ᾽ ἡμῖν ὑπὸ τῶν ἐκεῖ Ἰουδαίων, ὡς μὲν ἐπέβης τῆς χώρας εὐμενής, ὡς δὲ ἀπέδωκας τῷ θεῷ τέλεια θύματα τιμῶν αὐτὸν ἐπὶ τελείαις εὐχαῖς, ὡς δὲ τὸν δῆμον εἱστίασας καὶ τὰ παρ᾽ ἐκείνου ξένια προσήκω. [56] ταῦτα γὰρ πάντα καὶ ἔθνει καὶ πόλει πρὸς ἄνδρα τοσούτων ἐπιστατοῦντα πραγμάτων δεξιώματα καὶ σύμβολα φιλίας χρὴ δοκεῖν, ἣν ἀπέδωκας τῷ Ἰουδαίων ἔθνει τῆς Ἡρώδου προξενούσης αὐτὴν ἑστίας. [57] τούτων ὑπομιμνήσκοντές σε καὶ αὐτοῦ τοῦ παρόντος καὶ συγκαθεζομένου βασιλέως ἠξιώκαμεν περιττὸν οὐδέν, δ᾽ αὐτοὶ δεδώκατε ταῦθ᾽ ὑπ᾽ ἄλλων μὴ περιιδεῖν ἀφαιρουμένους.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: