previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[387]

Τούτου γενηθέντος ἐπιτίθεται τῷ καιρῷ καὶ Τρύφων τις κουρεὺς τοῦ βασιλέως, ὃς ἔφη προσελθὼν ὡς πείθοι πολλάκις αὐτὸν Τίρων, ὁπόταν θεραπεύῃ βασιλέως ξυρῷ τὸν λαιμὸν ἀποτέμνειν: ἔσεσθαι γὰρ ἐν πρώτοις περὶ Ἀλέξανδρον καὶ μεγάλας λήψεσθαι δωρεάς. [388] ταῦτ᾽ εἰπόντα συλλαμβάνειν κελεύει, καὶ μετὰ ταῦτα βάσανος ἦν τοῦ τε Τίρωνος καὶ τοῦ παιδὸς αὐτοῦ καὶ τοῦ κουρέως. [389] διακαρτεροῦντός τε τοῦ Τίρωνος ὁρῶν νεανίσκος τὸν πατέρα χαλεπῶς μὲν ἤδη διακείμενον, ἔχοντα δὲ οὐδεμίαν ἐλπίδα σωτηρίας αὑτῷ τε τὸ μέλλον ἐκ τῆς περὶ τὸν πάσχοντα δυσχερείας προῦπτον, ἔφη μηνύσειν τῷ βασιλεῖ τὴν ἀλήθειαν, εἰ παραιτήσεται διὰ τοῦ φράσαι τῆς βασάνου καὶ τῆς αἰκίας αὐτόν τε καὶ τὸν πατέρα. [390] δόντος δὲ πίστιν ἐπὶ τούτοις ἔλεγεν ὡς εἴη τις συνθήκη ἐπιθέσθαι δι᾽ αὐτοχειρίας βασιλεῖ τὸν Τίρωνα, προσελθεῖν γὰρ εὔπορον εἶναι μόνον μόνῳ καὶ δράσαντα παθεῖν τι τῶν εἰκότων οὐκ ἀγεννὲς Ἀλεξάνδρῳ χαριζόμενον. [391] ταῦτα μὲν οὖν ἐκεῖνος εἰπὼν ἐξαιρεῖται τὸν πατέρα τῆς ἀνάγκης, ἄδηλον εἴτε τὴν ἀλήθειαν ἐκβιασθεὶς φράζειν, εἴτε κἂν παραγραφὴν νοήσας τινὰ ταύτην τῶν κακῶν αὐτῷ καὶ τῷ γεγεννηκότι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: