previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[373]

Ὡς δ᾽ ἦλθεν εἰς Καισάρειαν γίνεται λόγος οὖν ἦν εὐθὺς ἅπασιν τῶν παίδων καὶ μετέωρος βασιλεία, ποῖ ποτε χωρήσειεν τὰ κατ᾽ αὐτοὺς ἐκδεχομένων: [374] δεινὸν γὰρ ὑπῄει πάντας δέος ἐκ παλαιοῦ καταστασιαζομένους εἰς αὐτὸ τὸ πέρας ἐλθεῖν, καὶ τοῖς μὲν πάθεσιν ἐδυσχέραινον, οὐκ ἦν δ᾽ οὔτε εἰπεῖν τι προπετὲς οὔτ᾽ ἄλλου λέγοντος ἀκούειν ἀκίνδυνον, ἀλλ᾽ ἐγκεκλεισμένοι τὸν ἔλεον ὀδυνηρῶς μὲν ἀναύδως δὲ τὴν ὑπερβολὴν τοῦ πάθους ἔφερον. [375] εἷς δὲ αὐτῶν πάλαι στρατιώτης ὄνομα Τίρων, υἱοῦ αὐτῷ καθ᾽ ἡλικίαν ὄντος Ἀλεξάνδρῳ φίλου, πάνθ᾽ ὅσα καὶ τοῖς ἄλλοις ὑποδυόμενα δι᾽ ἡσυχίας ἦν, αὐτὸς ὑπ᾽ ἐλευθεριότητος ἐξελάλει καὶ βοᾶν ἠναγκάζετο πολλάκις ἐν τοῖς πλήθεσιν ἀπαρακαλύπτως λέγων, [376] ὡς ἀπόλοιτο μὲν ἀλήθεια, τὸ δὲ δίκαιον ἐκ τῶν ἀνθρώπων ἀνῃρημένον εἴη, κρατοίη δὲ τὰ ψεύσματα καὶ κακοήθεια καὶ τοσοῦτο νέφος ἐπάγοι τοῖς πράγμασιν, ὡς μηδὲ τὰ μέγιστα τῶν ἀνθρωπίνων παθῶν ὁρᾶσθαι τοῖς ἁμαρτάνουσιν. [377] τοιοῦτος ὢν ἐδόκει μὲν οὐκ ἀκινδύνως παρρησιάζεσθαι, τὸ δ᾽ εὔλογον ἐκίνει πάντας οὐκ ἀνάνδρως αὐτοῦ πρὸς τὸν καιρὸν ἱσταμένου. [378] διὸ καὶ πάνθ᾽ ἅπερ αὐτὸς ἕκαστος εἴποιεν ἡδέως ἤκουον ὑπ᾽ ἐκείνου λεγόμενα καὶ τὸ καθ᾽ αὑτοὺς ἀσφαλὲς ἐν τῷ σιγᾶν προορώμενοι τὴν ἐκείνου παρρησίαν ὅμως ἀπεδέχοντο: τὸ γὰρ προσδοκώμενον πάθος ἐβιάζετο πάνθ᾽ ὁντινοῦν ὑπὲρ αὐτοῦ λαλεῖν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: