previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[361]

Γενομένων δὲ ἐν Βηρυτῷ τῶν ἡγεμόνων καὶ τῶν ἄλλων ὅσους τῶν πόλεων ἐκάλεσεν, τοὺς μὲν παῖδας, οὐ γὰρ ἠξίου παράγειν εἰς τὸ συνέδριον, ἐν κώμῃ τινὶ Σιδωνίων εἶχεν Παλαεστῶ καλουμένῃ πλησίον τῆς πόλεως, ὡς ἔχειν εἰ κληθεῖεν παραστῆσαι. [362] μόνος δὲ καὶ κατ᾽ αὐτὸν εἰσελθὼν ἑκατὸν καὶ πεντήκοντα συγκαθημένων ἀνδρῶν κατηγόρει κατηγορίαν οὐκ ὀδυνηρὰν ὡς πρὸς ἀνάγκην ὧν ἠτύχει, πλεῖστον δὲ ἀπεοικυῖαν πατὴρ ἐπὶ παισὶν εἴποι: [363] βίαιος γὰρ ἦν καὶ περὶ τὴν ἀπόδειξιν τῆς αἰτίας ἐτετάρακτο καὶ μέγιστα θυμοῦ καὶ ἀγριότητος ἐνεδίδου σημεῖα, τούς τε ἐλέγχους οὐκ ἐκείνοις ἐπιτρέπων καταμαθεῖν, ἀλλὰ συνηγορίαν αὐτοῖς προτιθεὶς πατρὶ κατὰ παίδων ἀσχήμονα, καὶ τὰ γραφέντα δι᾽ αὐτῶν ἐκείνων ἀναγινώσκων, ἐν οἷς ἐπιβουλὴ μὲν τις ἐπίνοια δυσσεβείας οὐκ ἐγέγραπτο, μόνον δὲ ὡς φυγεῖν βουλεύοιντο καὶ λοιδορίαι τινὲς εἰς αὐτὸν ὀνείδη περιέχουσαι διὰ τὴν δύσνοιαν. [364] ἐφ᾽ αἷς ἐκεῖνος ὡς ἐγένετο μᾶλλόν τε ἐξεβόα καὶ τὸ περιὸν εἰς ὁμολογίαν τῆς ἐπιβουλῆς δι᾽ ἐκείνων ηὔξανεν ἐπομνύμενος, ὡς ἥδιον ἂν στέροιτο τοῦ ζῆν τοιούτων ἀκούειν λόγων. [365] τὸ δὲ τελευταῖον εἰπών, ὅτι καὶ τῇ φύσει καὶ τῇ Καίσαρος δόσει τὴν ἐξουσίαν αὐτὸς ἔχοι, προσέθηκεν αὐτῷ καὶ πάτριον νόμον κελεύειν, εἴ του κατηγορήσαντες οἱ γονεῖς ἐπιθοῖεν τῇ κεφαλῇ τὰς χεῖρας, ἐπάναγκες εἶναι τοῖς περιεστῶσιν βάλλειν καὶ τοῦτον ἀποκτείνειν τὸν τρόπον. [366] ὅπερ ἕτοιμος ὢν αὐτὸς ἐν τῇ πατρίδι καὶ τῇ βασιλείᾳ ποιεῖν ὅμως ἀναμεῖναι τὴν ἐκείνων κρίσιν, ἥκειν μέντοι δικαστὰς μὲν οὐχ οὕτως ἐπὶ φανεροῖς οἷς ἐκ τῶν παίδων ὀλίγου πάθοι, συνοργισθῆναι δὲ καιρὸν ἔχοντας, ὡς οὐδενὶ καὶ τῶν πόρρω γεγονότων ἀμελῆσαι τοιαύτης ἐπιβουλῆς ἄξιον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: