previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[335]

Εἰς δὲ τὴν Ῥώμην ἀποκομισθέντες ἔσχον καιρὸν ἐπιδοῦναι τὰ γράμματα τῷ Καίσαρα διηλλαγμένον εὑρεῖν Ἡρώδῃ: τὰ γὰρ περὶ τὴν Νικολάου πρεσβείαν ἀπέβη τοῦτον τὸν τρόπον: [336] ὡς ἀνῆλθεν εἰς τὴν Ῥώμην καὶ περὶ τὴν αὐλὴν ἐγένετο, πρῶτον μὲν οὐκ ἐφ᾽ οἷς ἐληλύθει μόνον ἀλλὰ καὶ Συλλαίου κατηγορεῖν ἠξίου, καὶ δῆλοι πρὸ τῆς ἐντυχίας ἦσαν ἀλλήλους πολεμοῦντες. [337] οἱ δὲ Ἄραβες ὑπονοήσαντες ἐξ αὐτοῦ καὶ τῷ Νικολάῳ προσελθόντες τὰς ἀδικίας ἁπάσας ἐμήνυον καὶ τῶν Ὀβόδου ὡς διαφθαρέντων πάντων ἐμφανῆ τεκμήρια παρέχοντες, ἦν γὰρ καὶ τῶν γραμμάτων αὐτοῦ κατὰ τὴν ἀπόστασιν ὑφῃρημένοι διὰ τούτων ἤλεγχον. [338] δὲ Νικόλαος εὐτυχίαν τινὰ ταύτην ὁρῶν αὐτῷ προσγεγενημένην δι᾽ αὐτῆς ἐπραγματεύετο τὸ μέλλον, ἐπείγων εἰς διαλλαγὰς ἐλθεῖν Ἡρώδῃ Καίσαρα: σαφῶς γὰρ ἠπίστατο βουλομένῳ μὲν ἀπολογεῖσθαι περὶ ὧν ἔπραξεν οὐκ ἔσεσθαι παρρησίαν, ἐθέλοντι δὲ κατηγορεῖν Συλλαίου γενήσεσθαι καιρὸν ὑπὲρ Ἡρώδου λέγειν. [339] συνεστώτων οὖν ἐπ᾽ ἀλλήλους καὶ δοθείσης ἡμέρας Νικόλαος παρόντων αὐτῷ τῶν Ἀρέτα πρέσβεων τά τε ἄλλα κατηγόρει τοῦ Συλλαίου, τήν τε τοῦ βασιλέως ἀπώλειαν λέγων καὶ πολλῶν Ἀράβων, [340] χρήματά τε ὡς εἴη δεδανεισμένος ἐπ᾽ οὐδὲν ὑγιές, καὶ μοιχείας ἐξελέγχων οὐ τῶν ἐν Ἀραβίᾳ μόνον ἀλλὰ καὶ τῶν ἐν Ῥώμῃ γυναικῶν: προσετίθει δὲ τὸ μέγιστον, ὡς ἐξαπατήσειεν Καίσαρα μηδὲν ἀληθὲς διδάξας ὑπὲρ τῶν Ἡρώδῃ πεπραγμένων. [341] ὡς δ᾽ ἧκεν ἐπὶ τοῦτον τὸν τόπον, μὲν Καῖσαρ ἐξεῖργεν αὐτὸν τοῦτο μόνον ἀξιῶν ὑπὲρ Ἡρώδου λέγειν, εἰ μὴ στρατιὰν ἤγαγεν εἰς Ἀραβίαν μηδὲ δισχιλίους πεντακοσίους ἀποκτείνειεν τῶν ἐκεῖ μηδ᾽ αἰχμαλώτους λάβοι τὴν χώραν διαρπάσας. [342] πρὸς ταῦτα Νικόλαος ὑπὲρ τούτων ἔφη καὶ μάλιστα διδάξειν, ὅτι μηδὲν τὰ πλεῖστά γε αὐτῶν οὐ γέγονεν, ὡς σὺ ἀκήκοας καὶ δίκαιον ἦν ἐπ᾽ αὐτοῖς χαλεπώτερον φέρειν. [343]πρὸς δὲ τὸ παράδοξον Καίσαρος ἐνδόντος αὑτὸν ἀκροατήν, τὸ δάνειον εἰπὼν τῶν πεντακοσίων ταλάντων καὶ τὴν συγγραφήν, ἐν καὶ τοῦτο ἦν προσγεγραμμένον ἐξεῖναι τῆς προθεσμίας παρελθούσης ῥύσια λαμβάνειν ἐξ ἁπάσης τῆς χώρας, τὴν μὲν στρατείαν οὐ στρατείαν ἔλεγεν, ἀλλ᾽ ἐπὶ δικαίαν τῶν ἰδίων ἀπαίτησιν χρημάτων: [344] καὶ μηδὲ ταύτην ταχὺ μηδ᾽ ὡς ἐπέτρεπον αἱ συγγραφαί, πολλάκις μὲν ἐπὶ Σατορνῖνον ἐλθόντα καὶ Οὐολόμνιον τοὺς τῆς Συρίας ἡγεμόνας, τελευταῖον δὲ ἐν Βηρυτῷ τούτων ἐναντίον Συλλαίου τὴν σὴν τύχην ἐπομόσαντος, μὴν ἐντὸς ἡμερῶν τριάκοντα παρέξειν τὰ χρήματα καὶ τοὺς ἐκ τῆς ἀρχῆς τῆς Ἡρώδου πεφευγότας. [345] ὧν οὐδὲν ποιήσαντος Συλλαίου πάλιν ἐπὶ τοὺς ἡγεμόνας ἐλθεῖν Ἡρώδην κἀκείνων ἐφέντων αὐτῷ λαμβάνειν τὰ ῥύσια μόγις οὕτως ἐξελθεῖν σὺν τοῖς περὶ αὐτόν. [346] μὲν δὴ πόλεμος, ὡς οὗτοι τραγῳδοῦντες ἔλεγον, καὶ τὰ τῆς ἐπιστρατείας τοιαῦτα. καίτοι πῶς ἂν εἴη πόλεμος, ἐπιτρεψάντων μὲν τῶν σῶν ἡγεμόνων, δεδωκυίας δὲ τῆς συνθήκης, ἠσεβημένου δὲ μετὰ τῶν ἄλλων θεῶν καὶ τοῦ σοῦ, Καῖσαρ, ὀνόματος; [347] τὰ δὲ περὶ τοὺς αἰχμαλώτους ἑξῆς ἤδη λεκτέον. λῃσταὶ τῶν τὸν Τράχωνα κατοικούντων τετταράκοντα τὸ πρῶτον εἶτ᾽ αὖθις πλείονες τὰς Ἡρώδου κολάσεις διαφεύγοντες ὁρμητήριον ἐποιήσαντο τὴν Ἀραβίαν. τούτους ὑπεδέξατο Σύλλαιος ἐπὶ πάντας ἀνθρώπους τρέφων καὶ χώραν ἔδωκε νέμεσθαι καὶ τὰ κέρδη τῶν λῃστῶν αὐτὸς ἐλάμβανεν. [348] ὡμολόγησε δὲ καὶ τούτους ἐπὶ τοῖς αὐτοῖς ὅρκοις ἀποδώσειν κατὰ τὴν αὐτὴν τοῦ δανείου προθεσμίαν. καὶ δύναιτ᾽ ἂν οὐκ ἐπιδεῖξαι κατὰ τὸ παρὸν οὔτ᾽ ἄλλον τινὰ τῆς Ἀράβων χώρας τούτους ἐξῃρημένους οὔτε πάντας, ἀλλ᾽ ὅσοι μὴ λαθεῖν ἴσχυσαν. [349] οὕτως οὖν καὶ τοῦ τῆς αἰχμαλωσίας ἐπιφθόνου συκοφαντήματος πεφηνότος μέγιστον, Καῖσαρ, κατάμαθε πλάσμα καὶ ψεῦσμα πρὸς τὴν σὴν ὀργὴν αὐτῷ ποιηθέν. [350] φημὶ γὰρ ἐπελθούσης ἡμῖν τῆς τῶν Ἀράβων δυνάμεως καὶ τῶν περὶ Ἡρώδην πεσόντος ἑνὸς καὶ δευτέρου, τότε μόλις ἀμυνομένου Νάκεβον τὸν στρατηγὸν αὐτῶν καὶ περὶ πέντε καὶ εἴκοσι τοὺς πάντας * ὧν ἕκαστον αὐτὸς εἰς ἑκατὸν ἀναφέρων δισχιλίους καὶ πεντακοσίους τοὺς ἀπολωλότας ἔλεγεν.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: