previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἐν δὲ τῇ διοικήσει τῶν ὅλων πραγμάτων ἐσπουδακὼς βασιλεὺς τὰς κατὰ μέρος ἀδικίας ἀναστεῖλαι τῶν περὶ τὴν πόλιν καὶ τὴν χώραν ἁμαρτανομένων τίθησι νόμον οὐδὲν ἐοικότα τοῖς πρώτοις, ὃν αὐτὸς ἐβεβαίου, τοὺς τοιχωρύχους ἀποδιδόμενος ἐπ᾽ ἐξαγωγῇ τῆς βασιλείας, ὅπερ ἦν οὐκ εἰς τὴν τιμωρίαν μόνον τῶν πασχόντων φορτικόν, ἀλλὰ καὶ κατάλυσιν περιεῖχεν τῶν πατρίων ἐθῶν. [2] τὸ γὰρ ἀλλοφύλοις καὶ μὴ τὴν αὐτὴν δίαιταν ἔχουσιν τοῦ ζῆν δουλεύειν καὶ βιάζεσθαι πάνθ᾽ ὅσα προσέταττον ἐξ ἀνάγκης ἐκεῖνοι ποιεῖν ἁμαρτία πρὸς τὴν θρησκείαν ἦν, οὐ κόλασις τῶν ἁλισκομένων, πεφυλαγμένης ἐν τοῖς πρώτοις τῆς τοιαύτης τιμωρίας: [3] ἐκέλευον γὰρ οἱ νόμοι τετραπλᾶ καταβάλλειν τὸν κλέπτην, οὐκ ἔχοντα δὲ πιπράσκεσθαι μέν, ἀλλ᾽ οὔτι γε τοῖς ἀλλοφύλοις οὐδ᾽ ὥστε διηνεκῆ τὴν δουλείαν ὑπομένειν: ἔδει γὰρ ἀφεῖσθαι μετὰ ἑξαετίαν. [4] τὸ δ᾽ ὥσπερ ὡρίσθη τότε χαλεπὴν καὶ παράνομον γενέσθαι τὴν κόλασιν ὑπερηφανίας ἐδόκει μέρος, οὐ βασιλικῶς ἀλλὰ τυραννικῶς αὐτοῦ καὶ πρὸς τὰ κοινὰ τῶν ἀρχομένων ὀλιγώρως θεῖναι τὴν τιμωρίαν νενοηκότος. [5] ταῦτα μὲν οὖν καθ᾽ ὁμοιότητα τοῦ λοιποῦ τρόπου γιγνόμενα μέρος ἦν τῶν διαβολῶν καὶ τῆς ἐπ᾽ αὐτῷ δυσνοίας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: