previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[331]

Κατιδὼν δὲ καὶ πρὸς τῇ θαλάττῃ χωρίον ἐπιτηδειότατον δέξασθαι πόλιν, πάλαι Στράτωνος ἐκαλεῖτο πύργος, τῇ τε διαγραφῇ μεγαλοπρεπῶς ἐπεβάλλετο καὶ τοῖς οἰκοδομήμασιν ἀνιστὰς ἅπασαν οὐ παρέργως, ἀλλ᾽ ἐκ λευκῆς πέτρας, καὶ διακοσμῶν καὶ βασιλείοις πολυτελεστάτοις καὶ διαίταις πολιτικαῖς, [332] τὸ δὲ μέγιστον καὶ πλείστην ἐργασίαν παρασχόν, ἀκλύστῳ λιμένι, μέγεθος μὲν κατὰ τὸν Πειραιᾶ, καταγωγὰς δ᾽ ἔνδον ἔχοντι καὶ δευτέρους ὑφόρμους, τῇ δὲ δομήσει περίβλεπτον, ὅτι μηδ᾽ ἐκ τοῦ τόπου τὴν ἐπιτηδειότητα τῆς μεγαλουργίας εἶχεν, ἀλλ᾽ ἐπεισάκτοις καὶ πολλαῖς ἐξετελειώθη ταῖς δαπάναις. [333] κεῖται μὲν γὰρ πόλις ἐν τῇ Φοινίκῃ κατὰ τὸν εἰς Αἴγυπτον παράπλουν Ἰόππης μεταξὺ καὶ Δώρων, πολισμάτια ταῦτ᾽ ἐστὶν παράλια δύσορμα διὰ τὰς κατὰ λίβα προσβολάς, αἳ ἀεὶ τὰς ἐκ τοῦ πόντου θῖνας ἐπὶ τὴν ᾐόνα σύρουσαι καταγωγὴν οὐ διδόασιν, ἀλλ᾽ ἔστιν ἀναγκαῖον ἀποσαλεύειν τὰ πολλὰ τοὺς ἐμπόρους ἐπ᾽ ἀγκύρας. [334] τοῦτο τὸ δυσδιάθετον τῆς χώρας διορθούμενος καὶ περιγράψας τὸν κύκλον τοῦ λιμένος ἐφ᾽ ὅσον ἦν αὔταρκες πρὸς τῇ χέρσῳ μεγάλοις στόλοις ἐνορμεῖσθαι λίθους ὑπερμεγέθεις καθίει εἰς τὸ βάθος εἰς ὀργυιὰς εἴκοσι. πεντήκοντα ποδῶν ἦσαν οἱ πλείους τὸ μῆκος καὶ πλάτος οὐκ ἔλαττον δεκαοκτώ, βάθος δὲ ἐννέα, τούτων δὲ οἱ μὲν μείζους οἱ δὲ ἐλάττους. [335] δὲ ἐνδόμησις ὅσον ἦνἐβάλλετο κατὰ τῆς θαλάσσης διακοσίους πόδας. τούτων τὸ μὲν ἥμισυ προβέβλητο κυματωγαῖς, ὡς ἀπομάχεσθαι περικλώμενον ἐκεῖ τὸν κλύδωνα: προκυμία γοῦν ἐκαλεῖτο: τὸ δὲ λοιπὸν περιεῖχεν λίθινον τεῖχος πύργοις διειλημμένον, [336] ὧν μέγιστος Δρούσιον ὀνομάζεται, πάνυ καλόν τι χρῆμα, τὴν προσηγορίαν εἰληφὼς ἀπὸ Δρούσου τοῦ Καίσαρος προγόνου τελευτήσαντος νέου. [337] ψαλίδες δὲ ἐμπεποίηνται συνεχεῖς καταγωγαὶ τοῖς ναυτίλοις, τὸ δὲ πρὸ αὐτῶν ἀπόβασις πλατεῖα κύκλῳ περιεστεφάνωκεν τὸν πάντα λιμένα, περίπατος τοῖς ἐθέλουσιν ἥδιστος. δ᾽ εἴσπλους καὶ τὸ στόμα πεποίηται πρὸς βορέαν ἀνέμων αἰθριώτατον. [338] βάσις δὲ τοῦ περιβόλου παντὸς ἐν ἀριστερᾷ μὲν εἰσπλεόντων πύργος νενασμένος ἐπὶ πολὺ στερρῶς ἀντέχειν, κατὰ δεξιὰν δὲ δύο λίθοι μεγάλοι καὶ τοῦ κατὰ θάτερα πύργου μείζους, ὀρθοὶ καὶ συνεζευγμένοι. [339] περίκεινται δὲ ἐν κύκλῳ τὸν λιμένα λειοτάτου λίθου κατασκευὴ συνεχεῖς οἰκήσεις κἀν τῷ μέσῳ κολωνός τις, ἐφ᾽ οὗ νεὼς Καίσαρος ἄποπτος τοῖς εἰσπλέουσιν ἄγαλμά τε τὸ μὲν Ῥώμης, τὸ δὲ Καίσαρος: τε πόλις αὐτὴ Καισάρεια καλεῖται καλλίστης καὶ τῆς ὕλης καὶ τῆς κατασκευῆς τετυχηκυῖα. [340] τὰ δ᾽ ὑπ᾽ αὐτὴν ὑπόνομοί τε καὶ λαῦραι πραγματείαν οὐκ ἐλάττω τῶν ὑπερῳκοδομημένων ἔχουσαι. τούτων αἱ μὲν κατὰ σύμμετρα διαστήματα φέρουσιν εἰς τὸν λιμένα καὶ τὴν θάλατταν, μία δ᾽ ἐγκαρσία πάσας ὑπέζωκεν, ὡς τούς τε ὄμβρους εὐμαρῶς καὶ τὰ λύματα τῶν οἰκητόρων συνεκδίδοσθαι τήν τε θάλατταν, ὅταν ἔξωθεν ἐπείγηται, διαρρεῖν καὶ τὴν σύμπασαν ὑποκλύζειν πόλιν. [341] κατεσκεύαζεν δ᾽ ἐν αὐτῇ καὶ θέατρον καὶ πρὸς τῷ νοτίῳ τοῦ λιμένος ὄπισθεν ἀμφιθέατρον πολὺν ὄχλον ἀνθρώπων δέχεσθαι δυνάμενον καὶ κείμενον ἐπιτηδείως ἀποπτεύειν εἰς τὴν θάλασσαν. μὲν δὴ πόλις οὕτως ἐξετελέσθη δωδεκαετεῖ χρόνῳ καὶ ταῖς ἐργασίαις οὐκ ἐγκαμόντος καὶ ταῖς δαπάναις ἐπαρκέσαντος τοῦ βασιλέως.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: