previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[161]

Τὰ μὲν οὖν ἄλλα καλῶς εἶχεν αὐτῷ δυσεπιχειρήτῳ κατὰ πάντα γεγενημένῳ, κίνδυνος δ᾽ ἐμπίπτει τὴν ὑπὲρ τῶν ὅλων κρίσιν ἐξάγων Ἀντώνιον Καίσαρος ἐν τῇ κατ᾽ Ἄκτιον μάχῃ νενικηκότος: [162] τότε γὰρ ἀπέγνωστο αὐτῷ τε Ἡρώδῃ τὰ πράγματα καὶ τοῖς περὶ αὐτὸν ὁμοίως ἐχθροῖς τε καὶ φίλοις: οὐ γὰρ ἦν εἰκὸς ἀτιμώρητον μενεῖν τοσαύτης αὐτῷ φιλίας πρὸς Ἀντώνιον γεγενημένης. [163] ἦν οὖν τοῖς μὲν φίλοις ἀπόγνωσις τῶν κατ᾽ αὐτὸν ἐλπίδων, ὅσοι δ᾽ ἐχθρῶς εἶχον ἐδόκουν μὲν ἐξ ἐμφανοῦς συνάχθεσθαι, πάθος δὲ λεληθὸς ἐφηδομένων εἶχον ὡς ἀμείνονος τευξόμενοι τῆς μεταβολῆς. [164] αὐτός τε Ἡρώδης τὸν Ὑρκανὸν ὁρῶν μόνον ἐπ᾽ ἀξιώματος βασιλικοῦ συμφέρειν ᾤετο μηκέτ᾽ ἐμποδὼν ἐᾶν, εἰ μὲν περισωθείη καὶ διαφύγοι τὸν κίνδυνον, ἀσφαλὲς ἡγούμενος πρὸς τὸ μὴ τοῖς τοιούτοις αὐτοῦ καιροῖς ἐφορμεῖν ἄνδρα τυχεῖν τῆς βασιλείας ἀξιώτερον, εἰ δὲ καὶ πάσχοι τι διὰ Καίσαρος, φθόνῳ τὸν μόνον ἐπὶ τῆς βασιλείας γενησόμενον ἐπιθυμῶν ἐξελεῖν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: