previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[108]

Ἡρώδης δὲ τοῦτον τὸν τρόπον ἀγνωμονοῦντος καὶ τὸ τελευταῖον οὐδὲν ἔτι τῶν δικαίων ποιεῖν ἐθέλοντος εἶχεν μὲν ὡς ἐπεξελευσόμενος, προθεσμίᾳ δὲ ἐχρήσατο τῷ Ῥωμαϊκῷ πολέμῳ. [109] τῆς γὰρ ἐπ᾽ Ἀκτίῳ μάχης προσδοκωμένης, ἣν ἐπὶ τῆς ἑβδόμης καὶ ὀγδοηκοστῆς πρὸς ταῖς ἑκατὸν ὀλυμπιάδος συνέβη γενέσθαι, Καῖσαρ μὲν Ἀντωνίῳ περὶ τῶν ὅλων ἔμελλεν ἀγωνιεῖσθαι πραγμάτων, Ἡρώδης δὲ καὶ τῆς χώρας εὐβοτουμένης αὐτῷ πολὺν ἤδη χρόνον καὶ προσόδων καὶ δυνάμεως εὑρημένων, Ἀντωνίῳ συμμαχίαν κατέλεξεν ἐπιμελέστατα ταῖς παρασκευαῖς χρησάμενος. [110] Ἀντώνιος δὲ τῆς μὲν ἐκείνου συμμαχίας οὐδὲν ἔφη δεῖσθαι, τὸν δὲ Ἄραβα, καὶ γὰρ ἀκηκόει παρ᾽ αὐτοῦ καὶ τῆς Κλεοπάτρας τὴν ἀπιστίαν, ἐπεξελθεῖν προσέταττεν. ἠξίου γὰρ Κλεοπάτρα ταῦτα λυσιτελεῖν αὐτῇ τὸν ἕτερον ὑπὸ θατέρου κακῶς πάσχειν ἡγουμένη. [111] τούτων αὐτῷ παρ᾽ Ἀντωνίου λεχθέντων ὑποστρέψας Ἡρώδης συνεῖχεν τὸ στρατιωτικὸν ὡς εὐθὺς εἰς τὴν Ἀραβίαν ἐμβαλῶν, καὶ παρασκευασθέντος ἱππικοῦ καὶ πεζῆς δυνάμεως εἰς Διόσπολιν ἀφικνεῖται τῶν Ἀράβων ἐκεῖ συναντώντων: οὐ γὰρ ἐλελήθει τὰ περὶ τὸν πόλεμον αὐτούς: καὶ μάχης καρτερᾶς γενομένης ἐκράτησαν οἱ Ἰουδαῖοι. [112] μετὰ δὲ ταῦτα πολλὴ στρατιὰ τῶν Ἀράβων εἰς Κάνατα συνῄει: χωρία δ᾽ ἐστὶ ταῦτα τῆς κοίλης Συρίας: Ἡρώδης τε προπεπυσμένος ἧκεν ἄγων ἐπ᾽ αὐτοὺς τὸ πλεῖστον ἧς εἶχεν δυνάμεως, καὶ πλησιάσας ἐν καλῷ στρατοπεδεύεσθαι διεγνώκει χάρακά τε βαλόμενος ἐξ εὐκαίρου ταῖς μάχαις ἐπιχειρεῖν. [113] ταῦτα δὲ αὐτοῦ διατάττοντος ἐβόα τὸ πλῆθος τῶν Ἰουδαίων παρελόμενον τῆς τριβῆς ἄγειν ἐπὶ τοὺς Ἄραβας: ὥρμητο δὲ καὶ τῷ συντετάχθαι πιστεύειν καλῶς καὶ ταῖς προθυμίαις ἄμεινον ἐχόντων ὅσοι τὴν πρώτην μάχην νενικήκεσαν οὐδ᾽ εἰς χεῖρας ἐλθεῖν ἐπιτρέψαντες τοῖς ἐναντίοις. [114] θορυβούντων οὖν καὶ πᾶσαν ἐπιδεικνυμένων σπουδὴν ἔγνω τῇ προθυμίᾳ τοῦ πλήθους βασιλεὺς ἀποχρήσασθαι, καὶ προειπών, ὡς οὐ λελείψεται τῆς ἐκείνων ἀρετῆς, πρῶτος ἐν τοῖς ὅπλοις ἡγήσατο πάντων κατ᾽ οἰκεῖα τέλη συνακολουθησάντων. [115] ἔκπληξις δ᾽ εὐθὺς ἐμπίπτει τοῖς Ἄραψιν: ἀντιστάντες γὰρ εἰς ὀλίγον ὡς ἑώρων ἀμάχους ὄντας καὶ μεστοὺς φρονήματος, ἔφευγον οἱ πλείους ἐγκλίναντες κἂν διεφθάρησαν Ἀθηνίωνος μὴ κακώσαντος Ἡρώδην καὶ τοὺς Ἰουδαίους. [116] οὗτος γὰρ ὢν στρατηγὸς μὲν Κλεοπάτρας ἐπὶ τῶν ἐκεῖ, διάφορος δὲ Ἡρώδῃ, τὸ μέλλον οὐκ ἀπαρασκεύως ἐσκόπει, δρασάντων μέν τι λαμπρὸν τῶν Ἀράβων ἐγνωκὼς ἡσυχίαν ἄγειν, ἡττωμένων δέ, καὶ συνέβη, τοῖς ἀπὸ τῆς χώρας συνεληλυθόσι τῶν οἰκείων παρεσκευασμένος ἐπιτίθεσθαι τοῖς Ἰουδαίοις. [117] καὶ τότε κεκμηκόσι τε καὶ νικᾶν οἰομένοις ἀπροσδοκήτως ἐπιπεσὼν πολὺν ἐποίει φόνον: τάς τε γὰρ προθυμίας εἰς τοὺς ὁμολογουμένους ἐχθροὺς ἐκδαπανήσαντες οἱ Ἰουδαῖοι καὶ τῷ νικᾶν ἐπ᾽ ἀδείας χρώμενοι ταχὺ τῶν ἐπιχειρησάντων ἡττῶντο καὶ πολλὰς ἐλάμβανον πληγὰς ἐν χωρίοις ἀφίπποις καὶ πετρώδεσιν, ὧν πλείω τὴν ἐμπειρίαν εἶχον οἱ τὴν ἐπίθεσιν ποιησάμενοι. [118] κακῶς δὲ πασχόντων οἵ τε Ἄραβες αὑτοὺς ἀνειλήφεσαν καὶ πάλιν ὑποστρέψαντες ἔκτεινον ἤδη τετραμμένους. ἐγένοντο δὲ παντοδαπαὶ κτιννυμένων ἀπώλειαι, καὶ τῶν διαπιπτόντων οὐ πολλοὶ συνέφευγον εἰς τὸ στρατόπεδον. [119] δὲ βασιλεὺς Ἡρώδης ἀπεγνωκὼς τὰ κατὰ τὴν μάχην ἀφιππάζεται βοήθειαν ἄξων: οὐ μὴν ἔφθη καίπερ ἐσπουδακὼς ἐπαρκεῖν, ἀλλὰ τὸ μὲν στρατόπεδον ἥλω τῶν Ἰουδαίων, οἱ δ᾽ Ἄραβες οὐδὲ μετρίως εὐτυχήκεσαν ἐκ παραλόγου νίκην τε ἧς πλεῖστον ἀπεδέησαν ἀνειληφότες καὶ πολλὴν τῶν ἐναντίων ἀφῃρημένοι δύναμιν. [120] τοὐντεῦθεν μὲν Ἡρώδης λῃστείαις ἐχρῆτο καὶ τὰ πολλὰ κατατρέχων τὴν τῶν Ἀράβων ἐκάκου ταῖς ἐπιδρομαῖς στρατοπεδευόμενος ἐπὶ τῶν ὅρων, καὶ τὸ μὲν σύμπαν ἐξίστατο κατὰ τοὐμφανὲς εἰς χεῖρας ἐλθεῖν, οὐκ ἀζήμιος δὲ γινόμενος τῇ συνεχείᾳ καὶ τῷ φιλοπόνῳ τῶν τε οἰκείων ἐπεμελεῖτο παντὶ τρόπῳ τὸ πταῖσμα διορθούμενος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: