previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[74]

Ἐπὶ τούτων δὲ τῶν λογισμῶν τετυχηκόσιν αὐτοῖς γράμματα παρ᾽ Ἡρώδου περὶ τῶν ὅλων ἀφίκετο τῆς φήμης ἐναντία καὶ τῶν προλαληθέντων. [75] ἐπειδὴ γὰρ ἐγένετο παρ᾽ Ἀντωνίῳ, ταχὺ μὲν αὐτὸν ἀνεκτήσατο τοῖς δώροις φέρων ἧκεν ἐκ τῶν Ἱεροσολύμων, ταχὺ δὲ ταῖς ὁμιλίαις παρεστήσατο χαλεπῶς ἔχειν εἰς αὐτόν, οἵ τε τῆς Κλεοπάτρας λόγοι πρὸς τὴν ἐξ ἐκείνου θεραπείαν ἧττον ἠδυνήθησαν: [76] οὐ γὰρ ἔφη καλῶς ἔχειν Ἀντώνιος βασιλέα περὶ τῶν κατὰ τὴν ἀρχὴν γεγενημένων εὐθύνας ἀπαιτεῖν: οὕτως γὰρ ἂν οὐδὲ βασιλεὺς εἴη: δόντας δὲ τὴν τιμὴν καὶ τῆς ἐξουσίας καταξιώσαντας ἐᾶν αὐτῇ χρῆσθαι. τὸ δ᾽ αὐτὸ καὶ τῇ Κλεοπάτρᾳ μὴ πολυπραγμονεῖσθαι τὰ περὶ τὰς ἀρχὰς συμφέρειν. [77] ὑπὲρ τούτων Ἡρώδης ἔγραφεν καὶ τὰς ἄλλας διεξῄει τιμάς, ἃς ἔχοι παρ᾽ Ἀντωνίῳ συνθακῶν ἐν ταῖς διαγνώσεσιν καὶ συνεστιώμενος ἐφ᾽ ἑκάστης ἡμέρας, καὶ τούτων ὅπως τυγχάνοι χαλεπῆς εἰς τὰς διαβολὰς αὐτῷ τῆς Κλεοπάτρας οὔσης: πόθῳ γὰρ τῆς χώρας ἐξαιτουμένη τὴν βασιλείαν αὐτῇ προσγενέσθαι πάντα τρόπον ἐκποδὼν αὐτὸν ἐσπουδάκει ποιεῖσθαι. [78] δικαίου μέντοι τυγχάνων Ἀντωνίου μηδὲν ἔτι δυσχερὲς προσδοκᾶν, ἀλλὰ καὶ θᾶττον ἥξειν βεβαιοτέραν τὴν εὔνοιαν τὴν παρ᾽ αὐτοῦ προσειληφὼς τῇ βασιλείᾳ καὶ τοῖς πράγμασιν. [79] καὶ τῇ Κλεοπάτρᾳ μηκέτι προσεῖναι τὴν ἐλπίδα τῆς πλεονεξίας Ἀντωνίου δόντος ἀνθ᾽ ὧν ἠξίου τὴν κοίλην Συρίαν καὶ διὰ τούτου παρηγορήσαντος ὁμοῦ καὶ ἀποσκευασαμένου τὰς ἐντεύξεις, ἃς ὑπὲρ τῆς Ἰουδαίας ἐποιεῖτο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: