previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[42]

Καὶ τότε μὲν ἐδόκει τεθεραπευκέναι τὰ περὶ τὴν οἰκίαν. οὐ μὴν ὅπερ εἰκὸς ἦν ἐν διαλλαγαῖς ἀνυπόπτως διετέλει, τὴν Ἀλεξάνδραν ἐπί τε τοῖς ἐγχειρηθεῖσιν ἤδη καὶ καιρὸν εἰ λάβοιτο νεωτέρων πραγμάτων ἠξιωκὼς δεδοικέναι. [43] προσέταττεν οὖν ἔν τε τοῖς βασιλείοις διατρίβειν καὶ μηδὲν ἀπ᾽ ἐξουσίας δρᾶν, ἐπιμελεῖς τε ἦσαν φυλακαί, λανθάνοντος οὐδ᾽ εἴ τι πρὸς τὴν καθ᾽ ἡμέραν δίαιταν ἐπιτηδεύοιτο. [44] ταῦτα πάντα κατὰ μικρὸν ἐξηγρίου αὐτὴν καὶ μῖσος ἐπεφύετο: φρονήματος γὰρ ἔμπλεως οὖσα γυναικείου τὰς ἐκ τῆς ὑποψίας ἐπιμελείας ἀνηξιοπάθει, παντὸς οὑτινοσοῦν ἀξιοῦσα μᾶλλον τῆς παρρησίας στερομένη τιμῆς εὐπρεπείᾳ μετὰ δουλείας καὶ φόβων καταζῆν. [45] ἔπεμπεν οὖν παρὰ τὴν Κλεοπάτραν ἐν οἷς εἴη συνεχὲς ὀδυρομένη καὶ παρακαλοῦσα προσβοηθεῖν αὐτῇ κατὰ δύναμιν. δὲ λαθοῦσαν ἐκέλευσεν ἐπ᾽ Αἰγύπτου σὺν τῷ παιδὶ πρὸς αὐτὴν ἀποδιδράσκειν. [46] ἐδόκει ταῦτα καὶ τεχνάζεται τοιάδε: δύο λάρνακας ὡς εἰς ἐκκομιδὴν νεκρῶν παρασκευασαμένη ταύταις αὐτὴν καὶ τὸν υἱὸν ἐνέβαλεν, ἐπιτάξασα τῶν οἰκετῶν τοῖς συνειδόσιν διὰ νυκτὸς ἐκφέρειν. ἦν δὲ τοὐντεῦθεν ἐπὶ θάλατταν ὁδὸς αὐτοῖς καὶ πλοῖον, διαπλεύσειν εἰς τὴν Αἴγυπτον ἔμελλεν, παρεσκευασμένον. [47] ταῦτα Σαββίωνι τῶν ἐκείνης φίλων Αἴσωπος οἰκέτης αὐτῆς ἀπαγγέλλει προπεσὼν ὡς εἰδότι φράσαι. πυθόμενος δὲ Σαββίων, καὶ γὰρ ἦν ἐχθρὸς Ἡρώδου πρότερον, ὅτι τῶν ἐπιβουλευσάντων Ἀντιπάτρῳ κατὰ τὴν φαρμακείαν εἷς ἐνομίζετο, τὸ μῖσος ὑπαλλάξεσθαι τῇ περὶ τὴν μήνυσιν εὐνοίᾳ προσεδόκησεν καὶ καταλέγει τῷ βασιλεῖ τὴν τῆς Ἀλεξάνδρας ἐπιβουλήν. [48] δὲ τὴν μὲν ἕως τῆς ἐγχειρήσεως ἐάσας προελθεῖν ἐπ᾽ αὐτοφώρῳ τοῦ δρασμοῦ συνέλαβεν, παρῆκεν δὲ τὴν ἁμαρτίαν, χαλεπὸν μὲν οὐδέν, εἰ καὶ σφόδρα βουλομένῳ ἦν αὐτῷ, διαθεῖναι τολμήσας, οὐ γὰρ ἂν ἀνασχέσθαι Κλεοπάτραν αἰτίαν ἐπὶ τῷ πρὸς αὐτὸν μίσει λαβοῦσαν, ἐμφαίνων δὲ μεγαλοψυχίαν μᾶλλον ἐξ ἐπιεικείας αὐτοῖς συνεγνωκέναι. [49] προύκειτο μέντοι παντάπασιν αὐτῷ τὸ μειράκιον ἐκποδὼν ποιεῖσθαι, τὸ δὲ μὴ ταχὺ μηδ᾽ ἅμα τοῖς πεπραγμένοις ἐδόκει πιθανώτερον εἰς τὸ λανθάνειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: