previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[119]

Κράσσος δὲ πάντα διοικήσας ὃν αὐτὸς ἐβούλετο τρόπον ἐξώρμησεν ἐπὶ τὴν Παρθυαίαν: καὶ αὐτὸς μὲν σὺν ἅπαντι διεφθάρη τῷ στρατῷ, ὡς καὶ ἐν ἄλλοις δεδήλωται, Κάσσιος δὲ εἰς Συρίαν φυγὼν καὶ περιποιησάμενος αὐτὴν Πάρθοις ἐμποδὼν ἦν ἐκτρέχουσιν ἐπ᾽ αὐτὴν διὰ τὴν κατὰ Κράσσου νίκην. [120] αὖθις δ᾽ εἰς Τύρον ἀφικόμενος ἀνέβη καὶ εἰς τὴν Ἰουδαίαν. Ταριχέας μὲν οὖν εὐθὺς προσπεσὼν αἱρεῖ καὶ περὶ τρισμυρίους ἀνθρώπους ἀνδραποδίζει, Πειθόλαον δὲ τὸν τὴν Ἀριστοβούλου στάσιν διαδεδεγμένον κτείνει πρὸς τοῦτ᾽ αὐτὸν Ἀντιπάτρου παραστησαμένου, [121] πολύ τε καὶ παρ᾽ αὐτῷ συνέβαινε δύνασθαι καὶ πλείστου τότε ἄξιος ἦν καὶ παρὰ Ἰουδαίων οἷς παρὼν ἄγεται γυναῖκα τῶν ἐπισήμων ἐξ Ἀραβίας Κύπρον ὄνομα, ἐξ ἧς αὐτῷ τέσσαρες ἐγένοντο παῖδες, Φασάηλος καὶ Ἡρώδης, ὃς ὕστερον βασιλεὺς γίνεται, Ἰώσηπός τε καὶ Φερώρας, θυγάτηρ τε Σαλώμη. [122] οὗτος Ἀντίπατρος ἐπεποίητο καὶ πρὸς τοὺς ἄλλους δυνάστας φιλίαν τε καὶ ξενίαν, μάλιστα δὲ πρὸς τὸν Ἀράβων, καὶ τὰ τέκνα πολεμῶν πρὸς Ἀριστόβουλον παρέθετο. Κάσσιος μὲν οὖν ἀναστρατευσάμενος ἐπὶ τὸν Εὐφράτην ἠπείγετο ὑπαντιάσων τοῖς ἐκεῖθεν ἐπιοῦσιν, ὡς καὶ ὑπ᾽ ἄλλων δεδήλωται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: