previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[377]

Ἀναχθεὶς οὖν ἐκεῖθεν ἐπὶ Παμφυλίας καὶ χειμῶνι σφοδρῷ περιπεσὼν μόλις εἰς Ῥόδον διασώζεται φορτίων ἀποβολῆς γενομένης. καὶ δύο μὲν ἐνταυθοῖ τῶν φίλων αὐτῷ συνήντησαν, Σαππῖνός τε καὶ Πτολεμαῖος. [378] εὑρὼν δὲ τὴν πόλιν ὑπὸ τοῦ πρὸς Κάσσιον πολέμου κεκακωμένην οὐδ᾽ ἐν ἀπόροις ὢν εὖ ποιεῖν αὐτὴν ὤκνησεν, ἀλλὰ καὶ παρὰ δύναμιν αὐτὴν ἀνεκτᾶτο. τριήρη τε κατασκευάσας, καὶ ἀναχθεὶς ἐκεῖθεν σὺν τοῖς φίλοις ἐπ᾽ Ἰταλίας εἰς Βρεντέσιον κατάγεται. [379] κἀκεῖθεν εἰς Ῥώμην ἀφικόμενος πρῶτον μὲν Ἀντωνίῳ φράζει τὰ συμβάντα αὐτῷ κατὰ τὴν Ἰουδαίαν, καὶ πῶς ἀδελφὸς αὐτοῦ Φασάηλος ὑπὸ Πάρθων ἀπόλοιτο συλληφθεὶς καὶ Ὑρκανὸς ὑπ᾽ αὐτῶν αἰχμάλωτος ἔχοιτο, καὶ ὡς Ἀντίγονον καταστήσειαν βασιλέα χρήματα δώσειν ὑποσχόμενον χίλια τάλαντα καὶ γυναῖκας πεντακοσίας, αἳ τῶν πρώτων κἀκ τοῦ γένους τοῦ αὐτῶν ἔμελλον ἔσεσθαι, καὶ ὅτι ταύτας νυκτὸς ἐκκομίσειεν καὶ διαφύγοι τὰς τῶν ἐχθρῶν χεῖρας πολλὰς ὑπομείνας ταλαιπωρίας. [380] εἶτ᾽ ἐπιδιακινδυνεύειναὐτῷ τοὺς οἰκείους πολιορκουμένους πλεύσειέ τε διὰ χειμῶνος καὶ παντὸς καταφρονήσειε δεινοῦ σπεύδων ἐπὶ τὰς ἐλπίδας τὰς παρ᾽ αὐτοῦ καὶ τὴν μόνην βοήθειαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: