previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[158]

Ἰωνάθης δὲ ἄρας ἐκ τῆς Γαλιλαίας ἀπὸ τῶν ὑδάτων τῶν Γενησάρων λεγομένων, ἐκεῖ γὰρ ἐτύγχανεν ἐστρατοπεδευκώς, εἰς τὸ καλούμενον Ἀσὼρ πεδίον προῆλθεν οὐκ εἰδὼς ὄντας ἐν αὐτῇ τοὺς πολεμίους. [159] μαθόντες δὲ πρὸ μιᾶς ἡμέρας οἱ τοῦ Δημητρίου μέλλειν Ἰωνάθην ἐπ᾽ αὐτοὺς βαδίζειν ἐνέδραν αὐτῷ καὶ τοὺς λοχήσοντας ἐν τῷ ὄρει καθίσαντες αὐτοὶ μετὰ τῆς στρατιᾶς ἀπήντων εἰς τὸ πεδίον: οὓς ἰδὼν Ἰωνάθης ἑτοίμους πρὸς μάχην παρεσκευάζετο καὶ αὐτὸς τοὺς ἰδίους στρατιώτας πρὸς τὸν ἀγῶνα, ὡς ἠδύνατο. [160] τῶν δὲ εἰς τὴν ἐνέδραν ὑπὸ τῶν Δημητρίου στρατηγῶν κατασταθέντων κατὰ νώτου τοῖς Ἰουδαίοις γενομένων, δείσαντες μὴ μέσοι ληφθέντες ἀπόλωνται, φεύγειν ὥρμησαν. [161] καὶ οἱ μὲν ἄλλοι πάντες τὸν Ἰωνάθην κατέλιπον, ὀλίγοι δέ τινες ὡς περὶ πεντήκοντα τὸν ἀριθμὸν ὑπέμειναν, καὶ Ματθίας Ἀψαλώμου καὶ Ἰούδας Χαψέου τῆς ἁπάσης δυνάμεως ἡγεμόνες ὄντες: τολμηρῶς δὲ καὶ μετὰ ἀπογνώσεως εἰς τοὺς πολεμίους ὠσάμενοι τῷ τε θάρσει κατέπληξαν αὐτοὺς καὶ ταῖς χερσὶν ἀπέστρεψαν εἰς φυγήν. [162] οἱ δ᾽ ἀναχωρήσαντες τῶν Ἰωνάθου στρατιωτῶν ὡς εἶδον τοὺς πολεμίους τραπέντας, ἐπισυλλεγέντες ἐκ τῆς φυγῆς ὥρμησαν αὐτοὺς διώκειν καὶ τοῦτ᾽ ἐποίησαν μέχρι Κεδάσων, οὗ τὸ στρατόπεδον ἦν τοῖς πολεμίοις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: