previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[181]

Ταῦτ᾽ οὖν διοικησάμενοι τε Σίμων καὶ Ἰωνάθης ἦλθον εἰς Ἱεροσόλυμα. συναγαγὼν δὲ τὸν λαὸν ἅπαντα εἰς τὸ ἱερὸν Ἰωνάθης συνεβουλεύετο τά τε τείχη τῶν Ἱεροσολυμιτῶν ἐπισκευάσαι καὶ τὸ καθῃρημένον τοῦ περὶ τὸ ἱερὸν περιβόλου πάλιν ἀναστῆσαι καὶ πύργοις ὑψηλοῖς ἐξοχυρῶσαι τὰ περὶ αὐτό, [182] πρὸς τούτοις δὲ καὶ μέσον τῆς πόλεως ἄλλο τεῖχος ἀνοικοδομησαμένους ἀποφράξαι τοῖς ἐν τῇ ἄκρᾳ φρουροῖς τὴν πόλιν καὶ τῆς εὐπορίας αὐτοὺς τῶν σιτίων τοῦτον ἀποκλεῖσαι τὸν τρόπον, ἔτι γε μὴν καὶ τὰ ἐν τῇ χώρᾳ φρούρια ποιῆσαι πολὺ τῆς ὑπαρχούσης αὐτοῖς ἀσφαλείας ὀχυρώτερα. [183] τῆς δὲ γνώμης καὶ τῷ πλήθει δοκιμασθείσης καλῶς ἔχειν αὐτὸς μὲν τὰ κατὰ τὴν πόλιν ᾠκοδόμει, Σίμωνα δὲ τὰ κατὰ τὴν χώραν ἐξέπεμψεν ἀσφαλισόμενον. [184] δὲ Δημήτριος διαβὰς εἰς τὴν Μεσοποταμίαν ἧκεν ταύτην τε βουλόμενος καὶ τὴν Βαβυλῶνα κατασχεῖν, [185] καὶ τῶν ἄνω σατραπειῶν ἐγκρατὴς γενόμενος ἐντεῦθεν ποιεῖσθαι τὰς ὅλης τῆς βασιλείας ἀφορμάς: καὶ γὰρ οἱ ταύτῃ κατοικοῦντες Ἕλληνες καὶ Μακεδόνες συνεχῶς ἐπρεσβεύοντο πρὸς αὐτόν, εἰ πρὸς αὐτοὺς ἀφίκοιτο, παραδώσειν μὲν αὑτοὺς ὑπισχνούμενοι, συγκαταπολεμήσειν δὲ Ἀρσάκην τὸν Πάρθων βασιλέα. [186] ταύταις ἐπαρθεὶς ταῖς ἐλπίσιν ὥρμησεν πρὸς αὐτούς, εἰ καταστρέψαιτο τοὺς Πάρθους καὶ γένοιτ᾽ αὐτῷ δύναμις, τὸν Τρύφωνα πολεμῆσαι διεγνωκὼς καὶ τῆς Συρίας ἐκβαλεῖν. δεξαμένων δὲ αὐτὸν προθύμως τῶν ἐν τῇ χώρᾳ, συναγαγὼν δύναμιν ἐπολέμησεν πρὸς τὸν Ἀρσάκην, καὶ τὴν στρατιὰν πᾶσαν ἀποβαλὼν αὐτὸς ζῶν ἐλήφθη, καθὼς καὶ ἐν ἄλλοις δεδήλωται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: