previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[275]

Καὶ στρατεύει μὲν ἐπὶ Σαμάρειαν πόλιν ὀχυρωτάτην, περὶ ἧς, ὅτι καλεῖται νῦν Σεβαστὴ κτισθεῖσα ὑπὸ Ἡρώδου, κατὰ χώραν δηλώσομεν. προσβαλὼν δ᾽ αὐτῇ φιλοπόνως ἐπολιόρκει μισοπονηρῶν τοῖς Σαμαρεῦσιν ὑπὲρ ὧν Μαρισηνοὺς ἀποίκους ὄντας Ἰουδαίων καὶ συμμάχους ἠδίκησαν ὑπακούοντες τοῖς τῶν Σύρων βασιλεῦσιν. [276] περιβαλὼν οὖν τάφρον πανταχόθεν τῇ πόλει καὶ διπλοῦν τεῖχος ὡς ἀπὸ σταδίων ὀγδοήκοντα τοὺς υἱοὺς ἐφίστησιν Ἀντίγονον καὶ Ἀριστόβουλον. ὧν ἐπικειμένων εἰς τοῦτο ἀνάγκης ὑπὸ λιμοῦ προαχθῆναι τοὺς Σαμαρεῖς συνέπεσεν, ὡς ἅψασθαι μὲν καὶ τῶν ἀήθων, ἐπικαλέσασθαι δὲ βοηθὸν Ἀντίοχον τὸν Κυζικηνόν. [277] ὃς ἑτοίμως ἐπὶ τὴν συμμαχίαν ἀφικόμενος ὑπὸ τῶν περὶ Ἀριστόβουλον ἡττᾶται, διωχθεὶς δ᾽ ἄχρι Σκυθοπόλεως ὑπὸ τῶν ἀδελφῶν διέφυγεν. οἱ δ᾽ ἐπὶ τοὺς Σαμαρεῖς ὑποστρέψαντες συγκλείουσι πάλιν εἰς τὸ τεῖχος αὐτούς, ὡς καὶ δεύτερον ἐπικαλέσασθαι σύμμαχον πέμψαντες τὸν αὐτὸν Ἀντίοχον. [278] ὃς παρὰ Πτολεμαίου τοῦ Λαθούρου μεταπεμψάμενος ἄνδρας εἰς ἑξακισχιλίους, οὓς ἀκούσης τῆς μητρὸς ἐκεῖνος καὶ ὅσον οὔπω τῆς ἀρχῆς αὐτὸν ἐκβεβληκυίας ἐξαπέστειλεν, τὸ μὲν πρῶτον ἐπιὼν ἐπόρθει τὴν Ὑρκανοῦ χώραν μετὰ τῶν Αἰγυπτίων λῃστρικῶς, μάχεσθαι μὲν αὐτῷ κατὰ πρόσωπον οὐ τολμῶν, οὐ γὰρ ἦν ἀξιόχρεως δύναμις αὐτοῦ, νομίζων δὲ τῇ κακώσει τῆς γῆς ἀναγκάσειν Ὑρκανὸν λῦσαι τὴν τῆς Σαμαρείας πολιορκίαν. [279] ἐπεὶ δὲ πολλοὺς τῶν στρατιωτῶν ἀπώλλυεν ἐνέδραις περιπίπτων, ἀπῆρεν εἰς Τρίπολιν Καλλιμάνδρῳ καὶ Ἐπικράτει τὸν πρὸς τοὺς Ἰουδαίους πόλεμον ἐπιτρέψας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: