previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[293]

Ταῦτα ἀκούσας βασιλεὺς Ἀντίοχος μεγάλως ὠργίσθη τοῖς γεγενημένοις, καὶ πᾶσαν τὴν οἰκείαν δύναμιν ἀθροίσας καὶ πολλοὺς ἐκ τῶν νήσων μισθοφόρους παραλαβὼν ἡτοιμάζετο περὶ τὴν ἀρχὴν τοῦ ἔαρος εἰς τὴν Ἰουδαίαν ἐμβαλεῖν. [294] ἐπεὶ δὲ τὸ στρατιωτικὸν διανείμας ἑώρα τοὺς θησαυροὺς ἐπιλείποντας καὶ χρημάτων ἔνδειαν οὖσαν, οὔτε γὰρ οἱ φόροι πάντες ἐτελοῦντο διὰ τὰς τῶν ἐθνῶν στάσεις μεγαλόψυχός τε ὢν καὶ φιλόδωρος οὐκ ἠρκεῖτο τοῖς οὖσιν, ἔγνω πρῶτον εἰς τὴν Περσίδα πορευθεὶς τοὺς φόρους τῆς χώρας συναγαγεῖν. [295] καταλιπὼν οὖν ἐπὶ τῶν πραγμάτων Λυσίαν τινὰ δόξαν ἔχοντα παρ᾽ αὐτῷ, * καὶ τὰ μέχρι τῶν Αἰγύπτου ὅρων καὶ τῆς κάτωθεν Ἀσίας ἀπ᾽ Εὐφράτου διήκοντα ποταμοῦ καὶ μέρος τι τῆς δυνάμεως καὶ τῶν ἐλεφάντων, [296] τρέφειν μὲν Ἀντίοχον τὸν υἱὸν αὐτοῦ μετὰ πάσης φροντίδος ἐνετείλατο ἕως ἂν οὗ παραγένηται, καταστρεψάμενον δὲ τὴν Ἰουδαίαν καὶ τοὺς οἰκοῦντας αὐτὴν ἐξανδραποδισάμενον ἀφανίσαι τὰ Ἱεροσόλυμα καὶ τὸ γένος αὐτῶν ἀπολέσαι. [297] καὶ ταῦτα μὲν ἐπιστείλας τῷ Λυσίᾳ βασιλεὺς Ἀντίοχος ἐξήλασεν εἰς τὴν Περσίδα τῷ ἑκατοστῷ καὶ τεσσαρακοστῷ καὶ ἑβδόμῳ ἔτει, καὶ περαιωσάμενος τὸν Εὐφράτην ἀνέβαινεν πρὸς τοὺς ἄνω σατράπας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: