previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[196]

Ὡς δ᾽ ἀπήγγειλέ τις αὐτῷ κατὰ τοῦτον τὸν καιρὸν υἱὸν τῷ βασιλεῖ Πτολεμαίῳ γεγενῆσθαι, καὶ πάντες οἱ πρῶτοι τῆς Συρίας καὶ τῆς ὑπηκόου χώρας ἑορτάζοντες τὴν γενέσιον ἡμέραν τοῦ παιδίου μετὰ μεγάλης παρασκευῆς εἰς τὴν Ἀλεξάνδρειαν ἐξώρμων, αὐτὸς μὲν ὑπὸ γήρως κατείχετο, τῶν δὲ υἱῶν ἀπεπειρᾶτο εἴ τις αὐτῶν ἀπελθεῖν βούλεται πρὸς τὸν βασιλέα. [197] τῶν δὲ πρεσβυτέρων παραιτησαμένων καὶ πρὸς τὰς τοιαύτας συνουσίας ἀγροικότερον ἔχειν φησάντων, τὸν δ᾽ ἀδελφὸν Ὑρκανὸν πέμπειν συμβουλευσάντων, ἡδέως ἀκούσας καλεῖ τὸν Ὑρκανὸν καὶ εἰ δύναται πρὸς τὸν βασιλέα βαδίσαι καὶ πρόθυμός ἐστιν ἀνέκρινεν. [198] ἐπαγγειλαμένου δὲ πορεύσεσθαι καὶ δεῖσθαι χρημάτων οὐ πολλῶν φήσαντος εἰς τὴν ὁδόν, ζήσεσθαι γὰρ ἐπιεικῶς ὥστε ἀρκέσειν αὐτῷ δραχμὰς μυρίας, ἥσθη τοῦ παιδὸς τῇ σωφροσύνῃ. [199] διαλιπὼν δὲ ὀλίγον παῖς συνεβούλευε τῷ πατρὶ δῶρα μὲν αὐτόθεν μὴ πέμπειν τῷ βασιλεῖ, δοῦναι δὲ ἐπιστολὴν πρὸς τὸν ἐν Ἀλεξανδρείᾳ οἰκονόμον, ὅπως αὐτῷ παρέχῃ πρὸς ὠνὴν ὧν ἂν εὕρῃ καλλίστων καὶ πολυτελῶν χρήματα. [200] δὲ νομίζων δέκα ταλάντων ἔσεσθαι τὴν εἰς τὰς δωρεὰς τῷ βασιλεῖ δαπάνην καὶ τὸν υἱὸν ἐπαινέσας ὡς παραινοῦντα καλῶς, γράφει τῷ οἰκονόμῳ Ἀρίονι, ὃς ἅπαντα τὰ ἐν Ἀλεξανδρείᾳ χρήματα αὐτοῦ διῴκει οὐκ ὄντα ἐλάσσω τρισχιλίων ταλάντων: [201] γὰρ Ἰώσηπος τὰ ἀπὸ τῆς Συρίας χρήματα ἔπεμπεν εἰς Ἀλεξάνδρειαν καὶ τῆς προθεσμίας ἐνισταμένης, καθ᾽ ἣν ἔδει τῷ βασιλεῖ τοὺς φόρους ἀπαριθμεῖν, ἔγραφεν τῷ Ἀρίονι τοῦτο ποιεῖν. [202] πρὸς οὖν τοῦτον ἀπαιτήσας τὸν πατέρα ἐπιστολήν, λαβὼν εἰς τὴν Ἀλεξάνδρειαν ὥρμησεν. ἐξελθόντος δ᾽ αὐτοῦ γράφουσιν οἱ ἀδελφοὶ πᾶσι τοῖς τοῦ βασιλέως φίλοις, ἵν᾽ αὐτὸν διαφθείρωσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: