previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[186]

Ἀπέλαυσε δὲ ταύτης τῆς εὐτυχίας ἐπὶ ἔτη εἴκοσι καὶ δύο, πατὴρ μὲν γενόμενος ἐκ μιᾶς γυναικὸς παίδων ἑπτά, ποιησάμενος δὲ καὶ ἐκ τῆς τοῦ ἀδελφοῦ Σολυμίου θυγατρὸς ἕνα Ὑρκανὸν ὄνομα. [187] γαμεῖ δὲ ταύτην ἐξ αἰτίας τοιαύτης: τἀδελφῷ ποτε συνελθὼν εἰς Ἀλεξάνδρειαν ἄγοντι καὶ τὴν θυγατέρα γάμων ὥραν ἔχουσαν, ὅπως αὐτὴν συνοικίσῃ τινὶ τῶν ἐπ᾽ ἀξιώματος Ἰουδαίων, καὶ δειπνῶν παρὰ τῷ βασιλεῖ, ὀρχηστρίδος εἰσελθούσης εἰς τὸ συμπόσιον εὐπρεποῦς ἐρασθεὶς τῷ ἀδελφῷ τοῦτο μηνύει παρακαλῶν αὐτόν, ἐπεὶ καὶ νόμῳ κεκώλυται παρὰ Ἰουδαίοις ἀλλοφύλῳ πλησιάζειν γυναικί, συγκρύψαντα τὸ ἁμάρτημα καὶ διάκονον ἀγαθὸν γενόμενον παρασχεῖν αὐτῷ ὥστ᾽ ἐκπλῆσαι τὴν ἐπιθυμίαν. [188] δὲ ἀδελφὸς ἀσμένως δεξάμενος τὴν διακονίαν, κοσμήσας τὴν αὐτοῦ θυγατέρα νυκτὸς ἤγαγε πρὸς αὐτὸν καὶ συγκατεκοίμισεν. δ᾽ ὑπὸ μέθης ἀγνοήσας τἀληθὲς συνέρχεται τῇ τοῦ ἀδελφοῦ θυγατρί, καὶ τούτου γενομένου πολλάκις ἤρα σφοδρότερον. ἔφη δὲ καὶ πρὸς τὸν ἀδελφόν, ὡς κινδυνεύει τῷ ζῆν ἐρῶν ὀρχηστρίδος, ἧς ἴσως οὐκ ἂν αὐτῷ παραχωρήσειν τὸν βασιλέα. [189] τοῦ δὲ ἀδελφοῦ μηδὲν ἀγωνιᾶν παρακαλοῦντος, ἀπολαύειν δ᾽ ἧς ἐρᾷ μετ᾽ ἀδείας καὶ γυναῖκα ἔχειν αὐτὴν φήσαντος καὶ τἀληθὲς αὐτῷ φανερὸν ποιήσαντος, ὡς ἕλοιτο μᾶλλον τὴν ἰδίαν ὑβρίσαι θυγατέρα περιιδεῖν ἐκεῖνον ἐν αἰσχύνῃ γενόμενον, ἐπαινέσας αὐτὸν Ἰώσηπος τῆς φιλαδελφίας συνῴκησεν αὐτοῦ τῇ θυγατρὶ καὶ παῖδα ἐξ αὐτῆς ἐγέννησεν Ὑρκανόν, ὡς προειρήκαμεν. [190] ἔτι δὲ ὢν τρισκαίδεκα ἐτῶν οὗτος παῖς νεώτερος ἐπεδείκνυτο τὴν φυσικὴν ἀνδρείαν καὶ σύνεσιν, ὡς ζηλοτυπηθῆναι δεινῶς αὐτὸν ὑπὸ τῶν ἀδελφῶν ὄντα πολὺ κρείττονα καὶ φθονηθῆναι δυνάμενον. [191] τοῦ δὲ Ἰωσήπου γνῶναι θελήσαντος, τίς αὐτῷ τῶν υἱῶν πρὸς ἀρετὴν εὖ πέφυκεν καὶ καθ᾽ ἕνα πέμψαντος πρὸς τοὺς παιδεύειν τότε δόξαν ἔχοντας, οἱ λοιποὶ μὲν ὑπὸ ῥᾳθυμίας καὶ τῆς πρὸς τὸ φιλεργεῖν μαλακίας ἀνόητοι καὶ ἀμαθεῖς ἐπανῆκον αὐτῷ, μετὰ δ᾽ ἐκείνους τὸν νεώτατον Ὑρκανόν, [192] δοὺς αὐτῷ τριακόσια ζεύγη βοῶν, ἐξέπεμψεν ὁδὸν ἡμερῶν δύο εἰς τὴν ἐρημίαν σπεροῦντα τὴν γῆν ἀποκρύψας τοὺς ζευκτῆρας ἱμάντας. [193] δὲ γενόμενος ἐν τῷ τόπῳ καὶ τοὺς ἱμάντας οὐκ ἔχων, τῆς μὲν τῶν βοηλατῶν γνώμης κατηλόγησεν συμβουλευόντων πέμπειν πρὸς τὸν πατέρα κομιοῦντάς τινας τοὺς ἱμάντας, τὸν δὲ καιρὸν ἡγησάμενος μὴ δεῖν ἀπολλύναι περιμένοντα τοὺς ἀποσταλησομένους ἐπενόησέν τι στρατηγικὸν καὶ τῆς ἡλικίας πρεσβύτερον. [194] κατασφάξας γὰρ δέκα ζεύγη τὰ μὲν κρέα τοῖς ἐργάταις διένειμεν, τεμὼν δὲ τὰς δορὰς αὐτῶν καὶ ποιήσας ἱμάντας ἐνέδησεν τούτοις τὰ ζυγά, καὶ τοῦτον τὸν τρόπον σπείρας ἣν πατὴρ αὐτῷ προσέταξε γῆν ὑπέστρεψε πρὸς αὐτόν. [195] ἐλθόντα δ᾽ πατὴρ ὑπερηγάπησεν τοῦ φρονήματος, καὶ τὴν ὀξύτητα τῆς διανοίας καὶ τὸ ἐπ᾽ αὐτῇ τολμηρὸν ἐπαινέσας ὡς μόνον ὄντα γνήσιον ἔτι μᾶλλον ἔστεργεν ἀχθομένων ἐπὶ τούτῳ τῶν ἀδελφῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: