previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[64]

Ὑποστησάμενοι τοίνυν ποιήσασθαι τὴν τράπεζαν δύο μὲν καὶ ἡμίσους πηχῶν τὸ μῆκος, ἑνὸς δὲ τὸ εὖρος, τὸ δ᾽ ὕψος ἑνὸς καὶ ἡμίσους, κατεσκεύαζον ἐκ χρυσοῦ τὴν ὅλην τοῦ ἔργου καταβολὴν ποιούμενοι. τὴν μὲν οὖν στεφάνην παλαιστιαίαν εἰργάσαντο, τὰ δὲ κυμάτια στρεπτὰ τὴν ἀναγλυφὴν ἔχοντα σχοινοειδῆ τῇ τορείᾳ θαυμαστῶς ἐκ τῶν τριῶν μερῶν μεμιμημένην. [65] τριγώνων γὰρ ὄντων αὐτῶν ἑκάστη γωνία τὴν αὐτὴν τῆς ἐκτυπώσεως εἶχεν διάθεσιν, ὡς στρεφομένων αὐτῶν μίαν καὶ μὴ διάφορον τὴν ἰδέαν αὐτοῖς συμπεριφέρεσθαι. τῆς δὲ στεφάνης τὸ μὲν ὑπὸ τὴν τράπεζαν ἐκκεκλιμένον ὡραίαν εἶχεν τὴν ἀποτύπωσιν, τὸ δ᾽ ἔξωθεν περιηγμένον ἔτι μᾶλλον τῷ κάλλει τῆς ἐργασίας ἦν ἐκπεπονημένον, ὡς ὑπ᾽ ὄψιν καὶ θεωρίαν ἐρχόμενον. [66] διὸ καὶ τὴν μὲν ὑπεροχὴν ἀμφοτέρων τῶν μερῶν ὀξεῖαν συνέβαινε γίγνεσθαι, καὶ μηδεμίαν γωνίαν τριῶν οὐσῶν, ὡς προειρήκαμεν, περὶ τὴν μεταγωγὴν τῆς τραπέζης ἐλάσσονα βλέπεσθαι. ἐνδιέκειντο δὲ ταῖς σχοινίσιν τῆς τορείας λίθοι πολυτελεῖς παράλληλοι περόναις χρυσαῖς διὰ τρημάτων κατειλημμένοι. [67] τὰ δ᾽ ἐκ πλαγίου τῆς στεφάνης καὶ πρὸς ὄψιν ἀνατείνοντα ὠῶν ἐκ λίθου καλλίστου πεποιημένων θέσει κατακεκόσμητο ῥάβδοις τὴν ἀναγλυφὴν ἐοικότων πυκναῖς, αἳ περὶ τὸν κύκλον τῆς τραπέζης εἴληντο. [68] ὑπὸ δὲ τὴν τῶν ὠῶν διατύπωσιν στέφανον περιήγαγον οἱ τεχνῖται παντοίου καρποῦ φύσιν ἐντετορευμένον, ὡς ἀποκρέμασθαί τε βότρυς καὶ στάχυας ἀναστῆναι καὶ ῥόας ἀποκεκλεῖσθαι. τοὺς δὲ λίθους εἰς πᾶν γένος τῶν προειρημένων καρπῶν, ὡς ἑκάστου τὴν οἰκείαν ἐντετυπῶσθαι χρόαν, ἐξεργασάμενοι συνέδησαν τῷ χρυσῷ περὶ ὅλην τὴν τράπεζαν. [69] ὑπὸ δὲ τὸν στέφανον ὁμοίως τῶν ὠῶν διάθεσις πεποίητο καὶ τῆς ῥαβδώσεως ἀναγλυφή, τῆς τραπέζης ἐπ᾽ ἀμφότερον μέρος ἔχειν τὴν αὐτὴν τῆς ποικιλίας τῶν ἔργων καὶ γλαφυρότητος θέαν κατεσκευασμένης, ὡς καὶ τὴν τῶν ἄλλων κυμάτων θέσιν καὶ τὴν τῆς στεφάνης μηδὲ τῆς τραπέζης ἐφ᾽ ἕτερον μέρος ἐναλλαττομένης γίγνεσθαι διάφορον, τὴν δ᾽ αὐτὴν ἄχρι καὶ τῶν ποδῶν ὄψιν τῆς ἐπιτεχνήσεως διατετάσθαι. [70] ἔλασμα γὰρ χρυσοῦ τὸ πλάτος τεσσάρων δακτύλων ποιήσαντες καθ᾽ ὅλου τοῦ τῆς τραπέζης πλάτους εἰς τοῦτο τοὺς πόδας αὐτῆς ἐνέθεσαν, ἔπειτα περόναις καὶ κατακλεῖσιν αὐτοὺς ἐνέσφιγγον τῇ τραπέζῃ κατὰ τὴν στεφάνην, ἵνα τὴν θέαν τῆς καινουργίας καὶ πολυτελείας, ἐφ᾽ τις ἂν στήσῃ τὴν τράπεζαν μέρει, παρέχωσι τὴν αὐτήν. [71] ἐπὶ δὲ τῆς τραπέζης μαίανδρον ἐξέγλυψαν λίθους αὐτῷ κατὰ μέσον ἀξιολόγους ὥσπερ ἀστέρας ποικίλης ἰδέας ἐνθέντες, τόν τε ἄνθρακα καὶ τὸν σμάραγδον ἥδιστον προσαυγάζοντας αὐτῶν ἑκάτερον τοῖς ὁρῶσιν, τῶν τε ἄλλων γενῶν ὅσοι περισπούδαστοι καὶ ζηλωτοὶ πᾶσιν διὰ τὴν πολυτέλειαν τῆς φύσεως ὑπάρχουσιν. [72] μετὰ δὲ τὸν μαίανδρον πλέγμα τι σχοινοειδὲς περιῆκτο ῥόμβῳ τὴν κατὰ μέσον ὄψιν ἐμφερές, ἐφ᾽ οὗ κρύσταλλός τε λίθος καὶ ἤλεκτρον ἐντετύπωτο τῇ παραλλήλῳ τῆς ἰδέας γειτνιάσει ψυχαγωγίαν θαυμαστὴν παρέχον τοῖς βλέπουσιν. [73] τῶν δὲ ποδῶν ἦσαν αἱ κεφαλίδες εἰς κρίνα μεμιμημέναι τὰς ἐκφύσεις τῶν πετάλων ὑπὸ τὴν τράπεζαν ἀνακλωμένων, εἰς ὀρθὸν δὲ τὴν βλάστησιν ἔνδοθεν παρεχόντων ὁρᾶν. [74] δὲ βάσις αὐτοῖς ἦν ἐξ ἄνθρακος λίθου παλαιστιαία πεποιημένη σχῆμα κρηπῖδος ἀποτελοῦσα, τὸ δὲ πλάτος ὀκτὼ δακτύλων ἔχουσα, καθ᾽ οὗ τὸ πᾶν ἔλασμα τῶν ποδῶν ἐρήρειστο. [75] ἀνέγλυψαν δὲ λεπτομερεῖ καὶ φιλοπονωτάτῃ τορείᾳ τῶν ποδῶν ἕκαστον, κισσὸν αὐτοῖς καὶ κλήματα ἀμπέλων σὺν καὶ βότρυσιν ἐκφύσαντες, ὡς εἰκάσαι μηδὲν ἀποδεῖν τῆς ἀληθείας: καὶ γὰρ πρὸς τὸ πνεῦμα διὰ λεπτότητα καὶ τὴν ἐπ᾽ ἄκρον αὐτῶν ἔκτασιν κινούμενα φαντασίαν τῶν κατὰ φύσιν μᾶλλον τέχνης μιμημάτων παρεῖχεν. [76] ἐκαινούργησαν δὲ ὥστε τρίπτυχον οἱονεὶ τὸ σχῆμα τῆς ὅλης κατασκευάσαι τραπέζης τῆς ἁρμονίας πρὸς ἄλληλα τῶν μερῶν οὕτω συνδεδεμένης, ὡς ἀόρατον εἶναι καὶ μηδ᾽ ἐπινοεῖσθαι τὰς συμβολάς. ἥμισυ δὲ πήχεως οὐκ ἔλασσον τῇ τραπέζῃ τὸ πάχος συνέβαινεν εἶναι. [77] τὸ μὲν οὖν ἀνάθημα τοῦτο κατὰ πολλὴν τοῦ βασιλέως φιλοτιμίαν τοιοῦτο τῇ τε πολυτελείᾳ τῆς ὕλης καὶ τῇ ποικιλίᾳ τῆς καλλονῆς καὶ τῇ μιμήσει τῇ κατὰ τὴν τορείαν τῶν τεχνιτῶν συνετελέσθη, σπουδάσαντος εἰ καὶ μὴ τῷ μεγέθει τῆς προανακειμένης τῷ θεῷ τραπέζης ἔμελλεν ἔσεσθαι διάφορος, τῇ μέντοι γε τέχνῃ καὶ τῇ καινουργίᾳ καὶ τῇ λαμπρότητι τῆς κατασκευῆς πολὺ κρείττονα καὶ περίβλεπτον ἀπεργάσασθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: