previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[60]

Πρῶτον δὲ τὰ περὶ τῆς τραπέζης ἐκθήσομαι. εἶχεν μὲν οὖν δι᾽ ἐννοίας βασιλεὺς ὑπερμεγεθέστατον τοῖς μέτροις ἀπεργάσασθαι τὸ κατασκεύασμα, προσέταξε δὲ μαθεῖν τὸ μέγεθος τῆς ἀνακειμένης ἐν τοῖς Ἱεροσολύμοις τραπέζης πόσον τέ ἐστιν καὶ εἰ δύναται τούτου μεῖζον κατασκευασθῆναι. [61] μαθὼν δὲ καὶ τὴν οὖσαν ἡλίκη τις ἦν, καὶ ὅτι αὐτῆς οὐδὲν κωλύει μείζονα γενέσθαι, φήσας καὶ πενταπλασίονα τῆς ὑπαρχούσης τῷ μεγέθει βούλεσθαι κατασκευάσαι, φοβεῖσθαι δέ, μὴ πρὸς τὰς λειτουργίας ἄχρηστος διὰ τὴν ὑπερβολὴν τοῦ μεγέθους γένηται: βούλεσθαι γὰρ οὐκ ἀνακεῖσθαι μόνον εἰς θέαν τἀναθήματα, ἀλλὰ καὶ πρὸς τὰς λειτουργίας εὔχρηστα: [62] καὶ διὰ τοῦτο λογισάμενος σύμμετρον κατεσκευάσθαι τὴν προτέραν τράπεζαν, ἀλλ᾽ οὐ διὰ σπάνιν χρυσοῦ, τῷ μεγέθει μὲν οὐκ ἔγνω τὴν προϋπάρχουσαν ὑπερβαλεῖν, τῇ δὲ ποικιλίᾳ καὶ τῷ κάλλει τῆς ὕλης ἀξιολογωτέραν κατασκευάσαι. [63] δεινὸς δὲ ὢν συνιδεῖν πραγμάτων παντοδαπῶν φύσιν καὶ λαβεῖν ἐπίνοιαν ἔργων καινῶν καὶ παραδόξων καὶ ὅσα ἦν ἄγραφα τὴν εὕρεσιν αὐτὸς παρέχων διὰ τὴν σύνεσιν καὶ ὑποδεικνὺς τοῖς τεχνίταις, ἐκέλευσεν ταῦτα κατασκευάζεσθαι καὶ τὰ ἀναγεγραμμένα πρὸς τὴν ἀκρίβειαν αὐτῶν ἀποβλέποντας ὁμοίως ἐπιτελεῖν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: