previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[40]

Τοιαύτης οὖν τῆς εἰσδόσεως γενομένης βασιλεὺς ἐκέλευσεν τῷ ἀρχιερεῖ τῶν Ἰουδαίων Ἐλεαζάρῳ γραφῆναι περὶ τούτων ἅμα καὶ τὴν ἄφεσιν τῶν δουλευόντων παρ᾽ αὐτοῖς Ἰουδαίων δηλοῦντας αὐτῷ, καὶ πρὸς κατασκευὴν δὲ κρατήρων καὶ φιαλῶν καὶ σπονδείων ἔπεμψε χρυσίου μὲν ὁλκῆς τάλαντα πεντήκοντα, λίθων δὲ πολυτελῶν ἀσυλλόγιστόν τι πλῆθος. [41] προσέταξε δὲ καὶ τοὺς φύλακας τῶν κιβωτῶν, ἐν αἷς ἐτύγχανον οἱ λίθοι, τὴν ἐκλογὴν τοῖς τεχνίταις αὐτοῖς οὗπερ ἂν θελήσωσιν εἴδους ἐπιτρέπειν. διετάξατο δὲ καὶ νομίσματος εἰς θυσίας καὶ τὰς λοιπὰς χρείας πρὸς ἑκατὸν τάλαντα τῷ ἱερεῖ δοθῆναι. [42] διηγήσομαι δὲ τὰ κατασκευάσματα καὶ τὸν τρόπον τῆς δημιουργίας αὐτῶν μετὰ τὸ προεκθέσθαι τὸ ἀντίγραφον τῆς ἐπιστολῆς τῆς γραφείσης Ἐλεαζάρῳ τῷ ἀρχιερεῖ, ταύτην λαβόντι τὴν τιμὴν ἐξ αἰτίας τοιαύτης: [43] τελευτήσαντος Ὀνίου τοῦ ἀρχιερέως παῖς αὐτοῦ Σίμων γίγνεται διάδοχος καὶ δίκαιος ἐπικληθεὶς διά τε τὸ πρὸς τὸν θεὸν εὐσεβὲς καὶ τὸ πρὸς τοὺς ὁμοφύλους εὔνουν. [44] ἀποθανόντος δὲ τούτου καὶ νήπιον υἱὸν καταλιπόντος τὸν κληθέντα Ὀνίαν ἀδελφὸς αὐτοῦ Ἐλεάζαρος, περὶ οὗ τὸν λόγον ποιούμεθα, τὴν ἀρχιερωσύνην παρέλαβεν, γράφει Πτολεμαῖος τοῦτον τὸν τρόπον: [45]βασιλεὺς Πτολεμαῖος Ἐλεαζάρῳ τῷ ἀρχιερεῖ χαίρειν. πολλῶν ἐν τῇ βασιλείᾳ κατῳκισμένων Ἰουδαίων, οὓς αἰχμαλωτισθέντας ὑπὸ Περσῶν ὅτ᾽ ἐκράτουν ἐμὸς πατὴρ ἐτίμησεν, καὶ τοὺς μὲν εἰς τὸ στρατιωτικὸν κατέταξεν ἐπὶ μείζοσιν μισθοφοραῖς, τισὶν δὲ γενομένοις ἐν Αἰγύπτῳ σὺν αὐτῷ τὰ φρούρια καὶ τὴν τούτων φυλακὴν παρέθετο, ἵνα τοῖς Αἰγυπτίοις ὦσιν φοβεροί, [46] τὴν ἀρχὴν ἐγὼ παραλαβὼν πᾶσι μὲν φιλανθρώπως ἐχρησάμην, μάλιστα δὲ τοῖς σοῖς πολίταις, ὧν ὑπὲρ δέκα μὲν μυριάδας αἰχμαλώτων δουλευόντων ἀπέλυσα τοῖς δεσπόταις αὐτῶν ἐκ τῶν ἐμῶν λύτρα καταβαλών. [47] τοὺς δὲ ἀκμάζοντας ταῖς ἡλικίαις εἰς τὸν στρατιωτικὸν κατάλογον κατέταξα, τινὰς δὲ τῶν περὶ ἡμᾶς καὶ τὴν τῆς αὐλῆς πίστιν εἶναι δυναμένων ταύτης ἠξίωκα, νομίζων ἡδὺ τῷ θεῷ τῆς ὑπὲρ ἐμοῦ προνοίας ἀνάθημα τοῦτο καὶ μέγιστον ἀναθήσειν. [48] βουλόμενος δὲ καὶ τούτοις χαρίζεσθαι καὶ πᾶσι τοῖς κατὰ τὴν οἰκουμένην Ἰουδαίοις τὸν νόμον ὑμῶν ἔγνων μεθερμηνεῦσαι, καὶ γράμμασιν Ἑλληνικοῖς ἐκ τῶν Ἑβραϊκῶν μεταγραφέντα κεῖσθαι ἐν τῇ ἐμῇ βιβλιοθήκῃ. [49] καλῶς οὖν ποιήσεις ἐπιλεξάμενος ἄνδρας ἀγαθοὺς ἓξ ἀφ᾽ ἑκάστης φυλῆς ἤδη πρεσβυτέρους, οἳ καὶ διὰ τὸν χρόνον ἐμπείρως ἔχουσι τῶν νόμων καὶ δυνήσονται τὴν ἑρμηνείαν αὐτῶν ἀκριβῆ ποιήσασθαι: νομίζω γὰρ τούτων ἐπιτελεσθέντων μεγίστην δόξαν ἡμῖν περιγενήσεσθαι. [50] ἀπέσταλκα δέ σοι περὶ τούτων διαλεξομένους Ἀνδρέαν τὸν ἀρχισωματοφύλακα καὶ Ἀρισταῖον ἐμοὶ τιμιωτάτους, δι᾽ ὧν καὶ ἀπαρχὰς ἀναθημάτων εἰς τὸ ἱερὸν καὶ θυσιῶν καὶ τῶν ἄλλων ἀπέσταλκα τάλαντα ἀργυρίου ἑκατόν. καὶ σὺ δ᾽ ἡμῖν ἐπιστέλλων περὶ ὧν ἂν θέλῃς ποιήσεις κεχαρισμένα.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: