previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[17]

Ἀρισταῖος δέ τις φίλος ὢν ἐν τοῖς μάλιστα τῷ βασιλεῖ καὶ σπουδαζόμενος ὑπ᾽ αὐτοῦ διὰ μετριότητα, πολλάκις μὲν καὶ πρότερον ἔγνω παρακαλέσαι τὸν βασιλέα, ὅπως ἀπολύσῃ τοὺς αἰχμαλώτους Ἰουδαίους ὅσοι κατὰ τὴν βασιλείαν ἦσαν αὐτοῦ, [18] καιρὸν δ᾽ ἐπιτήδειον τοῦτον εἶναι δοκιμάσας τῆς δεήσεως πρώτοις περὶ τούτου διαλέγεται τοῖς ἄρχουσι τῶν σωματοφυλάκων Σωσιβίῳ τῷ Ταραντίνῳ καὶ Ἀνδρέᾳ, συναγωνίσασθαι περὶ ὧν ἐντυγχάνειν μέλλει τῷ βασιλεῖ παρακαλῶν αὐτούς. [19] προσλαβὼν δὲ καὶ τὴν τῶν προειρημένων γνώμην Ἀρισταῖος, προσελθὼν τῷ βασιλεῖ λόγους πρὸς αὐτὸν τοιούτους ἐποιήσατο: [20]οὐ χρῆν ἀπατωμένους ἡμᾶς, βασιλεῦ, περιορᾶν, ἀλλὰ τἀληθὲς ἀπελέγχειν: τοὺς γὰρ τῶν Ἰουδαίων νόμους οὐ μεταγράψαι μόνον ἀλλὰ καὶ μεθερμηνεῦσαι διεγνωκότες εἰς τὸ σοὶ κεχαρισμένον, τίνι καὶ λόγῳ χρώμενοι τοῦτο πράξαιμεν ἂν πολλῶν Ἰουδαίων ἐν τῇ σῇ βασιλείᾳ δουλευόντων; [21] οὓς τῇ σαυτοῦ μεγαλοψυχίᾳ καὶ χρηστότητι ποιῶν ἀκολούθως ἀπόλυσον τῆς ταλαιπωρίας, τὴν βασιλείαν σου διέποντος τοῦ θεμένου τοὺς νόμους αὐτοῖς θεοῦ, καθὼς ἐμοὶ πολυπραγμονήσαντι μαθεῖν ὑπῆρξεν. [22] τὸν γὰρ ἅπαντα συστησάμενον θεὸν καὶ οὗτοι καὶ ἡμεῖς σεβόμεθα Ζῆνα καλοῦντες αὐτὸν ἐτύμως ἀπὸ τοῦ πᾶσιν ἐμφύειν τὸ ζῆν τὴν ἐπίκλησιν αὐτοῦ θέντες. ὅθεν εἰς τιμὴν τοῦ θεοῦ τοὺς ἐξαίρετον τὴν εἰς αὐτὸν θρησκείαν πεποιημένους ἀπόδος τοῖς τὴν πατρίδα καὶ τὸν ἐν αὐτῇ βίον ἀπολελοιπόσιν. [23] ἴσθι μέντοι γε, βασιλεῦ, ὡς οὔτε γένει προσήκων αὐτοῖς οὔτε ὁμόφυλος ὢν ταῦτα περὶ αὐτῶν ἀξιῶ, πάντων δὲ ἀνθρώπων δημιούργημα ὄντων τοῦ θεοῦ: καὶ δὴ γιγνώσκων αὐτὸν ἡδόμενον τοῖς εὖ ποιοῦσιν ἐπὶ τοῦτο καὶ σὲ παρακαλῶ.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: