previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[393]

δὲ Δημήτριος παροξυνθεὶς ἐκπέμπει Βακχίδην φίλον Ἀντιόχου τοῦ Ἐπιφανοῦς βασιλέως, ἄνδρα χρηστὸν καὶ τὴν Μεσοποταμίαν ἅπασαν πεπιστευμένον, δοὺς αὐτῷ δύναμιν καὶ τὸν ἀρχιερέα παραθέμενος αὐτῷ Ἄλκιμον ἐντειλάμενος ἀποκτεῖναι Ἰούδαν καὶ τοὺς σὺν αὐτῷ. [394] ἐξορμήσας δὲ ἀπὸ τῆς Ἀντιοχείας Βακχίδης μετὰ τῆς δυνάμεως καὶ παραγενόμενος εἰς τὴν Ἰουδαίαν ἔπεμψε πρὸς τὸν Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ περὶ φιλίας καὶ εἰρήνης διαλεγόμενος: δόλῳ γὰρ αὐτὸν ἐβούλετο λαβεῖν. [395] δ᾽ οὐκ ἐπίστευσεν: ἑώρα γάρ, ὅτι μετὰ στρατιᾶς πάρεστιν τοσαύτης, μεθ᾽ ὅσης ἐπὶ πόλεμόν τις, ἀλλ᾽ οὐκ ἐπ᾽ εἰρήνην ἔρχεται. τινὲς μέντοι γε τῶν ἐκ τοῦ δήμου προσέχοντες οἷς Βακχίδης ἐπεκηρυκεύσατο καὶ νομίσαντες οὐδὲν αὐτοὺς ὑπὸ Ἀλκίμου πείσεσθαι δεινὸν ὄντος ὁμοφύλου πρὸς αὐτοὺς ἀνεχώρησαν, [396] καὶ λαβόντες ὅρκους παρ᾽ ἀμφοτέρων μήτε αὐτούς τι παθεῖν μήτε τοὺς ἐκ τῆς αὐτῆς ὄντας προαιρέσεως ἐπίστευσαν αὑτοὺς ἐκείνοις. δὲ Βακχίδης ὀλιγωρήσας τῶν ὅρκων ἑξήκοντα μὲν αὐτῶν ἀπέκτεινεν, τοὺς δὲ ἄλλους, ὅσοι διενοοῦντο πρὸς αὐτὸν ἀναχωρεῖν, ἐπέστρεψεν τοῖς πρώτοις τὴν πίστιν μὴ φυλάξας. [397] ἐπεὶ δ᾽ ἐκ τῶν Ἱεροσολύμων ἀπελθὼν κατὰ κώμην Βηρζηθὼ λεγομένην ἐγένετο, πέμψας συλλαμβάνει πολλοὺς τῶν αὐτομολούντων καί τινας τοῦ λαοῦ καὶ πάντας ἀποκτείνας προσέταξεν τοῖς ἐν τῇ χώρᾳ πᾶσιν ὑπακούειν Ἀλκίμῳ, καὶ μετὰ στρατιᾶς τινος, ἵν᾽ ἔχῃ τηρεῖν τὴν χώραν αὐτοῦ, καταλιπὼν αὐτὸν εἰς Ἀντιόχειαν πρὸς τὸν βασιλέα Δημήτριον ὑπέστρεψεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: