previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[313]

Κατὰ δὲ τοῦτον τὸν καιρὸν Δαρεῖος ἀκούσας, ὅτι τὸν Ἑλλήσποντον διαβὰς Ἀλέξανδρος καὶ τοὺς σατράπας αὐτοῦ τῇ κατὰ Γράνικον μάχῃ κρατήσας προσωτέρω χωρεῖ, στρατιὰν ἱππικήν τε καὶ πεζικὴν συνήθροιζεν ἀπαντῆσαι διαγνοὺς τοῖς Μακεδόσιν πρὶν πᾶσαν αὐτοὺς ἐπιόντας καταστρέψασθαι τὴν Ἀσίαν. [314] περαιωσάμενος οὖν τὸν Εὐφράτην ποταμὸν καὶ τὸν Ταῦρον τὸ Κιλίκιον ὄρος ὑπερελθὼν ἐν Ἰσσῷ τῆς Κιλικίας τοὺς πολεμίους ὡς ἐκεῖ μαχησόμενος αὐτοῖς ἐξεδέχετο. [315] ἡσθεὶς δὲ τῇ Δαρείου καταβάσει Σαναβαλλέτης εὐθὺς ἔλεγεν τῷ Μανασσῇ τὰς ὑποσχέσεις τελέσειν, ὡς ἂν Δαρεῖος κρατήσας τῶν πολεμίων ὑποστρέψῃ: πέπειστο γὰρ οὐκ αὐτὸς μόνος ἀλλὰ καὶ πάντες οἱ ἐν τῇ Ἀσίᾳ μηδ᾽ εἰς χεῖρας τοῖς Πέρσαις ἥξειν τοὺς Μακεδόνας διὰ τὸ πλῆθος. [316] ἀπέβη δ᾽ οὐχ ὡς προσεδόκων: συμβαλὼν γὰρ βασιλεὺς τοῖς Μακεδόσιν ἡττήθη καὶ πολλὴν τῆς στρατιᾶς ἀπολέσας ληφθέντων αἰχμαλώτων αὐτοῦ τῆς μητρὸς καὶ γυναικὸς καὶ τῶν τέκνων ἔφυγεν εἰς Πέρσας. [317] Ἀλέξανδρος δ᾽ εἰς Συρίαν παραγενόμενος Δαμασκὸν αἱρεῖ καὶ Σιδῶνος κρατήσας ἐπολιόρκει Τύρον, ἠξίου τε ἀποστείλας γράμματα πρὸς τὸν τῶν Ἰουδαίων ἀρχιερέα συμμαχίαν τε αὐτῷ πέμπειν καὶ ἀγορὰν τῷ στρατεύματι παρασχεῖν καὶ ὅσα Δαρείῳ πρότερον ἐτέλουν δῶρα τούτῳ διδόναι τὴν Μακεδόνων φιλίαν ἑλομένους: [318] οὐ γὰρ μετανοήσειν ἐπὶ τούτοις. τοῦ δ᾽ ἀρχιερέως ἀποκριναμένου τοῖς γραμματοφόροις, ὡς ὅρκους εἴη δεδωκὼς Δαρείῳ μὴ βαστάζειν ὅπλα κατ᾽ αὐτοῦ, καὶ τούτους ἕως ἂν Δαρεῖος ἐν τοῖς ζῶσιν μὴ παραβήσεσθαι φήσαντος, [319] ἀκούσας Ἀλέξανδρος παρωξύνθη, καὶ τὴν μὲν Τύρον οὐκ ἔκρινεν καταλιπεῖν ὅσον οὐδέπω μέλλουσαν αἱρεῖσθαι, παραστησάμενος δὲ ταύτην ἠπείλει στρατεύσειν ἐπὶ τὸν τῶν Ἰουδαίων ἀρχιερέα καὶ διδάξειν πάντας, πρὸς τίνας δὴ αὐτοῖς φυλακτέον τοὺς ὅρκους: [320] ὅθεν πονικώτερον χρησάμενος τῇ πολιορκίᾳ λαμβάνει τὴν Τύρον. καταστησάμενος δὲ τὰ ἐν αὐτῇ ἐπὶ τὴν τῶν Γαζαίων πόλιν ἦλθεν καὶ τήν τε Γάζαν καὶ τὸν ἐν αὐτῇ φρούραρχον ὄνομα Βαβημάσιν ἐπολιόρκει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: