previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[195]

Διακείμενος δὲ πρὸς αὐτὴν ἐρωτικῶς καὶ μὴ φέρων τὴν διάζευξιν, καταλλαγῆναι μὲν αὐτῇ διὰ τὸν νόμον οὐκ ἐδύνατο, λυπούμενος δὲ ὡς ἐπ᾽ ἀδυνάτοις οἷς ἤθελεν διετέλει. βλέποντες δ᾽ αὐτὸν οὕτως ἔχοντα χαλεπῶς οἱ φίλοι συνεβούλευον τὴν μὲν τῆς γυναικὸς μνήμην καὶ τὸν ἔρωτα μηδὲν ὠφελούμενον ἐκβαλεῖν, [196] ζητῆσαι δὲ περιπέμψαντα καθ᾽ ὅλην τὴν οἰκουμένην παρθένους εὐπρεπεῖς, ὧν τὴν προκριθεῖσαν ἕξειν γυναῖκα: σβέννυσθαι γὰρ τὸ πρὸς τὴν προτέραν φιλόστοργον ἑτέρας ἐπεισαγωγῇ, καὶ τὸ πρὸς ἐκείνην εὔνουν ἀποσπώμενον κατὰ μικρὸν γίνεσθαι τῆς συνούσης. [197] πεισθεὶς δὲ τῇ συμβουλίᾳ ταύτῃ προσέταξέ τισιν ἐπιλεξαμένους τὰς εὐδοκιμούσας ἐπ᾽ εὐμορφίᾳ τῶν ἐν τῇ βασιλείᾳ παρθένων ἀγαγεῖν πρὸς αὐτόν. [198] συναχθεισῶν δὲ πολλῶν εὑρέθη τις ἐν Βαβυλῶνι κόρη τῶν γονέων ἀμφοτέρων ὀρφανὴ παρὰ τῷ θείῳ Μαρδοχαίῳ, τοῦτο γὰρ ἦν ὄνομα αὐτῷ, τρεφομένη: οὗτος δ᾽ ἦν ἐκ τῆς Βενιαμίτιδος φυλῆς, τῶν δὲ πρώτων παρὰ τοῖς Ἰουδαίοις. [199] πασῶν δὲ τὴν Ἐσθῆρα συνέβαινεν, τοῦτο γὰρ ἦν αὐτῇ τοὔνομα, τῷ κάλλει διαφέρειν καὶ τὴν χάριν τοῦ προσώπου τὰς ὄψεις τῶν θεωμένων μᾶλλον ἐπάγεσθαι. [200] παραδοθεῖσα δὲ αὕτη τινὶ τῶν εὐνούχων εἰς ἐπιμέλειαν πάσης ἐτύγχανε προνοίας ἀρωμάτων ἀφθονίᾳ καὶ πολυτελείᾳ τῶν ἀλειμμάτων ὧν χρῄζει τὰ σώματα καταρδομένη, καὶ τούτων ἀπέλαυον ἐπὶ μῆνας ἓξ τετρακόσιαι τὸν ἀριθμὸν οὖσαι. [201] ὅτε δ᾽ ἐνόμιζεν ἀποχρώντως τῷ προειρημένῳ χρόνῳ τὴν ἐπιμέλειαν ἔχειν τὰς παρθένους καὶ τοῦ βαδίζειν αὐτὰς ἐπὶ κοίτην βασιλέως ἀξίας ἤδη γεγονέναι, καθ᾽ ἑκάστην ἡμέραν μίαν ἔπεμπεν τῷ βασιλεῖ συνεσομένην. [202] δὲ πλησιάζων εὐθὺς ἀπέπεμπεν πρὸς τὸν εὐνοῦχον. ἀφικομένης δὲ τῆς Ἐσθήρας πρὸς αὐτὸν ἡσθεὶς αὐτῇ καὶ πεσὼν τῆς κόρης εἰς ἔρωτα νομίμως αὐτὴν ἄγεται γυναῖκα καὶ γάμους αὐτῇ ποιεῖται δωδεκάτῳ μηνὶ ἑβδόμου ἔτους τῆς αὐτοῦ βασιλείας, Ἀδέρῳ δὲ καλουμένῳ. [203] διέπεμψε δὲ τοὺς ἀγγάρους λεγομένους εἰς πᾶν ἔθνος ἑορτάζειν τοὺς γάμους παραγγέλλων, αὐτὸς δὲ Πέρσας καὶ τοὺς Μήδους καὶ τοὺς πρώτους τῶν ἐθνῶν ἑστιᾷ ἐπὶ μῆνα ὅλον ὑπὲρ τῶν γάμων αὐτοῦ, εἰσελθούσῃ δὲ εἰς τὸ βασίλειον περιτίθησι τὸ διάδημα, καὶ συνῴκησεν οὕτως Ἐσθήρα μὴ ποιήσασα φανερὸν αὐτῷ τὸ ἔθνος, ἐξ οὗπερ εἴη τυγχάνουσα. [204] μεταβὰς δὲ θεῖος αὐτῆς ἐκ Βαβυλῶνος εἰς Σοῦσα τῆς Περσίδος αὐτόθι διῆγεν ἑκάστης ἡμέρας πρὸς τοῖς βασιλείοις διατρίβων καὶ πυνθανόμενος περὶ τῆς κόρης, τίνα διάγει τρόπον: ἔστεργεν γὰρ αὐτὴν ὡς αὑτοῦ θυγατέρα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: