previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[120]

Δαρείου δὲ τελευτήσαντος παραλαβὼν τὴν βασιλείαν παῖς αὐτοῦ Ξέρξης ἐκληρονόμησεν αὐτοῦ καὶ τὴν πρὸς τὸν θεὸν εὐσέβειάν τε καὶ τιμήν: ἅπαντα γὰρ ἀκολούθως τῷ πατρὶ τὰ πρὸς τὴν θρησκείαν ἐποίησεν καὶ πρὸς τοὺς Ἰουδαίους ἔσχεν φιλοτιμότατα. [121] κατ᾽ ἐκεῖνον δὲ τὸν καιρὸν ἀρχιερεὺς ἦν Ἰησοῦ παῖς Ἰωάκειμος ὄνομα. ὑπῆρχεν δὲ καὶ ἐν Βαβυλῶνι δίκαιος ἀνὴρ καὶ δόξης ἀπολαύων ἀγαθῆς παρὰ τῷ πλήθει πρῶτος ἱερεὺς τοῦ θεοῦ καλούμενος Ἔζδρας, ὃς τῶν Μωυσέως νόμων ἱκανῶς ἔμπειρος ὢν γίνεται φίλος τῷ βασιλεῖ Ξέρξῃ. [122] γνοὺς δὲ ἀναβῆναι εἰς τὰ Ἱεροσόλυμα καὶ ἐπαγαγέσθαι τινὰς τῶν ἐν Βαβυλῶνι τυγχανόντων Ἰουδαίων παρεκάλεσεν τὸν βασιλέα δοῦναι αὐτῷ πρὸς τοὺς σατράπας τῆς Συρίας ἐπιστολήν, ὑφ᾽ ἧς αὐτοῖς γνωρισθήσεται τίς εἴη. [123] δὲ βασιλεὺς γράφει πρὸς τοὺς σατράπας ἐπιστολὴν τοιάνδε: ‘βασιλεὺς βασιλέων Ξέρξης Ἔζδρᾳ ἱερεῖ καὶ ἀναγνώστῃ τῶν τοῦ θεοῦ νόμων χαίρειν. τῆς ἐμαυτοῦ φιλανθρωπίας ἔργον εἶναι νομίσας τὸ τοὺς βουλομένους ἐκ τοῦ Ἰουδαίων ἔθνους καὶ Λευιτῶν ὄντων ἐν τῇ ἡμετέρᾳ βασιλείᾳ συναπαίρειν εἰς τὰ Ἱεροσόλυμα, τοῦτο προσέταξα, καὶ βουλόμενος ἀπίτω, [124] καθάπερ ἔδοξέν μοι καὶ τοῖς ἑπτά μου συμβούλοις, ὅπως τὰ κατὰ τὴν Ἰουδαίαν ἐπισκέψωνται τῷ νόμῳ τοῦ θεοῦ ἀκολούθως καὶ ἀπενέγκωσι δῶρα τῷ Ἰσραηλιτῶν θεῷ, ἅπερ ηὐξάμην ἐγώ τε καὶ οἱ φίλοι: [125] καὶ ἀργύριον καὶ χρυσίον ὅσον ἂν εὑρεθῇ ἐν τῇ χώρᾳ τῶν Βαβυλωνίων ὠνομασμένον τῷ θεῷ τοῦτο πᾶν εἰς Ἱεροσόλυμα κομισθῆναι τῷ θεῷ εἰς τὰς θυσίας, πάντα τε, ὅσα βούλει ἐξ ἀργύρου καὶ χρυσοῦ κατασκευάσαι, ποιεῖν ἐξέστω σοι μετὰ τῶν ἀδελφῶν. [126] καὶ τὰ δεδομένα σοι ἱερὰ σκεύη ἀναθήσεις καὶ ὅσων ἂν ἐπίνοιαν λάβῃς καὶ ταῦτα προσεξεργάσῃ τὴν εἰς αὐτὰ δαπάνην ποιούμενος ἐκ τοῦ βασιλικοῦ γαζοφυλακείου. [127] ἔγραψα δὲ καὶ τοῖς γαζοφύλαξιν τῆς Συρίας καὶ τῆς Φοινίκης, ἵνα τῶν ὑπὸ Ἔζδρα τοῦ ἱερέως καὶ ἀναγνώστου τῶν τοῦ θεοῦ νόμων ἐπισταλέντων ἐπιμεληθῶσιν. ὅπως δὲ μηδεμίαν ὀργὴν ἐπ᾽ ἐμὲ λάβῃ τὸ θεῖον τοὺς ἐμοὺς ἐκγόνους, πάντ᾽ ἀξιῶ καὶ μέχρι τοῦ πυροῦ κόρων ἑκατὸν ἐπιτελεῖσθαι τῷ θεῷ κατὰ τὸν νόμον. [128] καὶ ὑμῖν δὲ λέγω, ὅπως τοῖς ἱερεῦσιν καὶ Λευίταις καὶ ἱεροψάλταις καὶ θυρωροῖς καὶ ἱεροδούλοις καὶ γραμματεῦσιν τοῦ ἱεροῦ μήτε φόρους ἐπιτάξητε μήτε ἄλλο μηδὲν ἐπίβουλον φορτικὸν εἰς αὐτοὺς γένηται. [129] καὶ σὺ δέ, Ἔζδρα, κατὰ τὴν τοῦ θεοῦ σοφίαν ἀπόδειξον κριτάς, ὅπως δικάσωσιν ἐν Συρίᾳ καὶ Φοινίκῃ πάσῃ τοὺς ἐπισταμένους σου τὸν νόμον, καὶ τοῖς ἀγνοοῦσιν δὲ παρέξεις αὐτὸν μαθεῖν, [130] ἵνα ἄν τις τῶν ὁμοεθνῶν σου παραβαίνῃ τὸν τοῦ θεοῦ νόμον τὸν βασιλικόν, ὑπόσχῃ τιμωρίαν, ὡς οὐ κατ᾽ ἄγνοιαν αὐτὸν παραβαίνων, ἀλλ᾽ ὡς ἐπιστάμενος μὲν τολμηρῶς δὲ παρακούων καὶ καταφρονῶν. κολασθήσονται δ᾽ ἤτοι θανάτῳ ζημίᾳ χρηματικῇ. ἔρρωσο.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: