previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[114]

Οἱ δὲ Σαμαρεῖς ἀπεχθῶς πρὸς αὐτοὺς καὶ βασκάνως διακείμενοι πολλὰ κακὰ τοὺς Ἰουδαίους εἰργάσαντο πλούτῳ τε πεποιθότες καὶ συγγένειαν προσποιούμενοι τὴν Περσῶν, ἐπειδήπερ ἐκεῖθεν ἦσαν. [115] ὅσα τε γὰρ ἐκελεύσθησαν ἐκ τῶν φόρων ὑπὸ τοῦ βασιλέως εἰς τὰς θυσίας τελεῖν τοῖς Ἰουδαίοις παρέχειν οὐκ ἤθελον τούς τε ἐπάρχους σπουδάζοντας αὐτοῖς πρὸς τοῦτο καὶ συνεργοῦντας εἶχον, ἄλλα τε ὅσα βλάπτειν δι᾽ ἑαυτῶν δι᾽ ἑτέρων ἠδύναντο τοὺς Ἰουδαίους οὐκ ἀπώκνουν. [116] ἔδοξεν οὖν πρεσβευσαμένοις τοῖς Ἱεροσολυμίταις πρὸς τὸν βασιλέα Δαρεῖον κατηγορῆσαι τῶν Σαμαρειτῶν, καὶ πρεσβεύουσιν Ζοροβάβηλος καὶ ἄλλοι τῶν ἀρχόντων τέσσαρες. [117] ὡς δὲ τὰ ἐγκλήματα καὶ τὰς αἰτίας, ἃς κατὰ τῶν Σαμαρέων ἐπέφερον, ἔγνω παρὰ τῶν πρέσβεων βασιλεύς, δοὺς αὐτοῖς κομίζειν ἐπιστολὴν πρὸς τοὺς ἐπάρχους τῆς Σαμαρείας καὶ τὴν βουλὴν ἀπέπεμψεν. [118] τὰ δὲ γεγραμμένα ἦν τοιάδε: ‘βασιλεὺς Δαρεῖος Ταγανᾷ καὶ Σαμβᾷ τοῖς ἐπάρχοις καὶ Σαμαρειτῶν Σαδράκῃ καὶ Βουήδωνι καὶ τοῖς λοιποῖς συνδούλοις αὐτῶν τοῖς ἐν Σαμαρείᾳ. Ζοροβάβηλος καὶ Ἀνανίας καὶ Μαρδοχαῖος Ἰουδαίων πρεσβευταὶ ᾐτιῶντο ὑμᾶς ὡς ἐνοχλοῦντας αὐτοῖς πρὸς τὴν οἰκοδομίαν τοῦ ναοῦ καὶ μὴ χορηγοῦντας προσέταξα ὑμῖν εἰς τὰς θυσίας τελεῖν αὐτοῖς ἀναλώματα. [119] βούλομαι οὖν ὑμᾶς ἀναγνόντας τὴν ἐπιστολὴν χορηγεῖν αὐτοῖς ἐκ τοῦ βασιλικοῦ γαζοφυλακείου τῶν φόρων τῆς Σαμαρείας πάνθ᾽ ὅσα πρὸς θυσίας ἐστὶν αὐτοῖς χρήσιμα, καθὼς οἱ ἱερεῖς ἀξιοῦσιν, ἵνα μὴ διαλείπωσιν καθ᾽ ἡμέραν θύοντες μηδ᾽ ὑπὲρ ἐμοῦ καὶ Περσῶν εὐχόμενοι τῷ θεῷ.’ καὶ μὲν ἐπιστολὴ ταῦτα περιεῖχεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: