previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[68]

Καὶ οἱ μὲν οὕτως ἀπῄεσαν ἐξ ἑκάστης πατριᾶς ἀριθμὸς ὄντες ὡρισμένος. ἐμοὶ δὲ οὐκ ἔδοξε τὰ τῶν πατριῶν καταλέγειν ὀνόματα, ἵνα μὴ τὴν τῶν ἀναγινωσκόντων διάνοιαν τῆς συναφῆς τῶν πραγμάτων ἀποσπάσας δυσπαρακολούθητον αὐτοῖς ποιήσω τὴν διήγησιν. [69] τὸ δὲ κεφάλαιον τῶν ἀπερχομένων περὶ ἔτη δώδεκα τὴν ἡλικίαν γεγονότων ἐκ τῆς Ἰούδα φυλῆς καὶ Βενιαμίτιδος ἦν μυριάδες τετρακόσιαι ἑξηκονταδύο καὶ ὀκτακισχίλιοι, Λευῖται δὲ τέσσαρες καὶ ἑβδομήκοντα, γυναικῶν δὲ ἀναμὶξ καὶ νηπίων σώματα ἦν τετρακισμύρια ἑπτακόσια τεσσαρακονταδύο. [70] πάρεξ δὲ τούτων Λευῖται μὲν ἦσαν ὑμνῳδοὶ ἑκατὸν εἰκοσιοκτώ, πυλωροὶ δὲ ἑκατὸν δέκα, δοῦλοι δὲ ἱεροὶ τριακόσιοι ἐνενηκονταδύο, ἄλλοι τε πρὸς τούτοις λέγοντες μὲν εἶναι τῶν Ἰσραηλιτῶν οὐ δυνάμενοι δὲ ἐπιδεῖξαι τὸ γένος αὐτῶν ἑξακόσιοι πεντηκονταδύο. [71] ἐξεβλήθησαν δὲ καὶ τῶν ἱερέων ἐκ τῆς τιμῆς ἠγμένοι γυναῖκας, ὧν οὔτ᾽ αὐτοὶ τὸ γένος εἶχον εἰπεῖν οὔτ᾽ ἐν ταῖς γενεαλογίαις τῶν Λευιτῶν καὶ ἱερέων εὑρέθησαν: ἦσαν δὲ ὡς πεντακόσιοι καὶ πέντε καὶ εἴκοσι. [72] τὸ δὲ τῶν θεραπόντων πλῆθος εἵπετο τοῖς ἀναβαίνουσιν εἰς Ἱεροσόλυμα ἑπτακισχιλίων τριακοσίων τριακονταεπτά, ψάλται δὲ καὶ ψάλτριαι διακόσιοι τεσσαρακονταπέντε, κάμηλοι τετρακόσιαι τριακονταπέντε, ὑποζύγια πεντακισχίλια πεντακόσια εἰκοσιπέντε. [73] ἡγεμὼν δὲ τῆς κατηριθμημένης πληθύος ἦν Σαλαθιήλου παῖς Ζοροβάβηλος ἐκ τῶν υἱῶν ὢν τῶν Δαυίδου γεγονὼς ἐκ τῆς Ἰούδα φυλῆς, καὶ Ἰησοῦς υἱὸς Ἰωσεδέκου τοῦ ἀρχιερέως. πρὸς τούτοις Μαρδοχαῖος καὶ Σερεβαῖος ἐκ τοῦ πλήθους κεκριμένοι ἄρχοντες ἦσαν, οἳ καὶ συνεβάλοντο μνᾶς μὲν χρυσίου ἑκατὸν ἀργύρου δὲ πεντακισχιλίας. [74] οὕτως μὲν οὖν οἵ τε ἱερεῖς καὶ οἱ Λευῖται καὶ μέρος τι τοῦ παντὸς λαοῦ τῶν Ἰουδαίων, ὃς ἦν ἐν τῇ Βαβυλῶνι, κατῳκίσθησαν εἰς τὰ Ἱεροσόλυμα: τὸ δὲ ἄλλο πλῆθος εἰς τὰς ἰδίας ἀνεχώρησεν πατρίδας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: