previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[8]

Ταῦτα Κύρου καταγγείλαντος τοῖς Ἰσραηλίταις ἐξώρμησαν οἱ τῶν δύο φυλῶν ἄρχοντες τῆς Ἰούδα καὶ Βενιαμίτιδος οἵ τε Λευῖται καὶ οἱ ἱερεῖς εἰς τὰ Ἱεροσόλυμα. πολλοὶ γὰρ κατέμειναν ἐν τῇ Βαβυλῶνι τὰ κτήματα καταλιπεῖν οὐ θέλοντες. [9] καὶ παραγενομένοις αὐτοῖς οἱ τοῦ βασιλέως φίλοι πάντες ἐβοήθουν καὶ συνεισέφερον εἰς τὴν τοῦ ναοῦ κατασκευὴν οἱ μὲν χρυσὸν οἱ δ᾽ ἄργυρον οἱ δὲ βοσκημάτων πλῆθος σὺν ἵπποις. καὶ τάς τε εὐχὰς ἀπεδίδοσαν τῷ θεῷ καὶ τὰς νομιζομένας κατὰ τὸ παλαιὸν θυσίας ἐπετέλουν, ὥσπερ ἀνακτιζομένης αὐτοῖς τῆς πόλεως καὶ ἀναβιούσης τῆς ἀρχαίας περὶ τὴν θρησκείαν συνηθείας. [10] ἀπέπεμψε δ᾽ αὐτοῖς Κῦρος καὶ τὰ σκεύη τοῦ θεοῦ, συλήσας τὸν ναὸν βασιλεὺς Ναβουχοδονόσορος εἰς τὴν Βαβυλῶνα ἐκόμισεν. [11] παρέδωκεν δὲ ταῦτα φέρειν Μιθριδάτῃ τῷ γαζοφύλακι αὐτοῦ προστάξας δοῦναι αὐτὰ Ἀβεσσάρῳ, ὅπως φυλάττῃ μέχρι τῆς οἰκοδομίας τοῦ ναοῦ, τελεσθέντος δὲ αὐτοῦ παραδῷ τοῖς ἱερεῦσιν καὶ ἄρχουσιν τοῦ πλήθους εἰς τὸν ναὸν ἀποθησομένοις. [12] πέμπει δὲ καὶ ἐπιστολὴν πρὸς τοὺς ἐν Συρίᾳ σατράπας Κῦρος τάδε λέγουσαν: ‘βασιλεὺς Κῦρος Σισίνῃ καὶ Σαραβασάνῃ χαίρειν. Ἰουδαίων τῶν ἐν τῇ ἐμῇ χώρᾳ κατοικούντων ἐπέτρεψα τοῖς βουλομένοις εἰς τὴν ἰδίαν ἀπελθοῦσι πατρίδα τήν τε πόλιν ἀνακτίζειν καὶ τὸν ναὸν οἰκοδομῆσαι τὸν ἐν Ἱεροσολύμοις τοῦ θεοῦ ἐπὶ τοῦ αὐτοῦ τόπου, ἐφ᾽ οὗ καὶ πρότερον. [13] κατέπεμψα δέ μου καὶ τὸν γαζοφύλακα Μιθριδάτην καὶ Ζοροβάβηλον τὸν ἄρχοντα τῶν Ἰουδαίων, ἵνα θεμελίους βάλωνται τοῦ ναοῦ καὶ οἰκοδομήσωσιν αὐτὸν ὕψος μὲν ἑξήκοντα πηχῶν τῶν δ᾽ αὐτῶν καὶ τὸ εὖρος, λίθου μὲν ξεστοῦ τρεῖς ποιησάμενοι δόμους καὶ ἕνα ξύλινον ἐγχώριον, ὁμοίως δὲ καὶ θυσιαστήριον, ἐφ᾽ οὗ θύσουσιν τῷ θεῷ. [14] τὴν δὲ εἰς ταῦτα δαπάνην ἐκ τῶν ἐμαυτοῦ γενέσθαι βούλομαι. καὶ τὰ σκεύη δέ, ἐσύλησεν ἐκ τοῦ ναοῦ Ναβουχοδονόσορος βασιλεύς, ἔπεμψα παραδοὺς Μιθριδάτῃ τῷ γαζοφύλακι καὶ Ζοροβαβήλῳ τῷ ἄρχοντι τῶν Ἰουδαίων, ἵνα διακομίσωσιν εἰς Ἱεροσόλυμα καὶ ἀποκαταστήσωσιν εἰς τὸν ναὸν τοῦ θεοῦ. [15] δ᾽ ἀριθμὸς αὐτῶν ἐστιν τοσοῦτος: ψυκτῆρες χρύσεοι πεντήκοντα, ἀργύρεοι τετρακόσιοι, θηρίκλεια χρύσεα πεντήκοντα, ἀργύρεα τετρακόσια, κάδοι χρύσεοι πεντήκοντα, ἀργύρεοι πεντακόσιοι, σπονδεῖα χρύσεα τεσσαράκοντα, ἀργύρεα τριακόσια, φιάλαι χρυσαῖ τριάκοντα, ἀργύρεαι δισχίλιαι τετρακόσιαι, σκεύη τε ἄλλα μεγάλα χίλια. [16] συγχωρῶ δὲ αὐτοῖς καὶ τὴν ἐκ προγόνων εἰθισμένην τιμὴν κτηνῶν καὶ οἴνου καὶ ἐλαίου δραχμὰς εἴκοσιν μυριάδας καὶ πεντακισχιλίας πεντακοσίας καὶ εἰς σεμίδαλιν πυρῶν ἀρτάβας δισμυρίας πεντακοσίας. κελεύω δὲ τὴν τούτων χορηγίαν ἐκ τῶν Σαμαρείας γίνεσθαι φόρων. [17] ἐποίσουσι δὲ τὰ ἱερὰ ταῦτα κατὰ τοὺς Μωυσέως νόμους οἱ ἱερεῖς ἐν Ἱεροσολύμοις καὶ προσφέροντες εὔξονται τῷ θεῷ περὶ σωτηρίας τε τοῦ βασιλέως καὶ τοῦ γένους αὐτοῦ, ὅπως Περσῶν βασιλεία διαμείνῃ. τοὺς δὲ παρακούσαντας τούτων καὶ ἀκυρώσαντας ἀνασταυρωθῆναι βούλομαι καὶ τὰς οὐσίας αὐτῶν εἶναι βασιλικάς.’ [18] καὶ μὲν ἐπιστολὴ ταῦτα ἐδήλου: τῶν δ᾽ ἐκ τῆς αἰχμαλωσίας συνελθόντων εἰς Ἱεροσόλυμα μυριάδες ἦσαν τέσσαρες καὶ δισχίλιοι τετρακόσιοι ἑξήκοντα δύο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: