previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[155]

δὲ στρατηγὸς Ναβουζαρδάνης αἰχμαλωτίσας τὸν τῶν Ἑβραίων λαὸν τοὺς πένητας καὶ αὐτομόλους ἐκεῖ κατέλιπεν ἀποδείξας αὐτῶν ἡγεμόνα Γαδαλίαν ὄνομ᾽ Ἀϊκάμου παῖδα τῶν εὖ γεγονότων ἐπιεικῆ καὶ δίκαιον, ἐπέταξε δ᾽ αὐτοῖς τὴν χώραν ἐργαζομένοις τῷ βασιλεῖ τελεῖν φόρον ὡρισμένον. [156] Ἱερεμίαν δὲ τὸν προφήτην λαβὼν ἐκ τῆς εἱρκτῆς ἔπειθεν εἰς Βαβυλῶνα σὺν αὐτῷ παραγενέσθαι: κεκελεῦσθαι γὰρ ὑπὸ τοῦ βασιλέως πάντ᾽ αὐτῷ χορηγεῖν: εἰ δὲ τοῦτο μὴ βούλεται, δηλοῦν αὐτῷ ποῦ μένειν διέγνωκεν, ἵνα τοῦτο ἐπισταλῇ τῷ βασιλεῖ. [157] δὲ προφήτης οὔθ᾽ ἕπεσθαι ἤθελεν οὔτ᾽ ἀλλαχόσε που μένειν, ἡδέως δ᾽ εἶχεν ἐπὶ τοῖς ἐρειπίοις τῆς πατρίδος καὶ τοῖς ταλαιπώροις αὐτῆς διαζῆσαι λειψάνοις. γνοὺς δ᾽ αὐτοῦ τὴν προαίρεσιν στρατηγός, τῷ Γαδαλίᾳ προστάξας, ὃν κατέλιπεν, αὐτίκα πᾶσαν αὐτοῦ ποιεῖσθαι πρόνοιαν καὶ χορηγίαν ὅσων ἂν δέηται δωρησάμενός τε αὐτὸν δωρεαῖς πολυτελέσιν ἀπέλυσεν. [158] καὶ Ἱερεμίας μὲν κατέμεινεν εἰς Δάναν ἐν πόλει τῆς χώρας Μοσφοθᾶ καλουμένῃ παρακαλέσας τὸν Ναβουζαρδάνην, ἵν᾽ αὐτῷ συναπολύσῃ τὸν μαθητὴν Βαροῦχον Νήρου δὲ παῖδα ἐξ ἐπισήμου σφόδρα οἰκίας ὄντα καὶ τῇ πατρίῳ γλώττῃ διαφερόντως πεπαιδευμένον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: