previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[229]

Μετὰ δὲ τὴν Ναβουχοδονοσόρου τελευτὴν Ἀβιλμαθαδάχος παῖς αὐτοῦ τὴν βασιλείαν παραλαμβάνει, ὃς εὐθὺς τὸν τῶν Ἱεροσολύμων βασιλέα Ἰεχονίαν τῶν δεσμῶν ἀφεὶς ἐν τοῖς ἀναγκαιοτάτοις τῶν φίλων εἶχε πολλὰς αὐτῷ δωρεὰς δοὺς καὶ ποιήσας αὐτὸν ἐπὶ τῶν ἐν τῇ Βαβυλωνίᾳ βασιλέων: [230] γὰρ πατὴρ αὐτοῦ τὴν πίστιν οὐκ ἐφύλαξεν Ἰεχονίᾳ παραδόντι μετὰ γυναικῶν καὶ τέκνων καὶ τῆς συγγενείας ὅλης ἑκουσίως αὑτὸν ὑπὲρ τῆς πατρίδος, ὡς ἂν μὴ κατασκαφείη ληφθεῖσα ὑπὸ τῆς πολιορκίας, καθὼς προειρήκαμεν. [231] τελευτήσαντος δὲ Ἀβιλμαθαδάχου μετὰ ἔτη ὀκτωκαίδεκα τῆς βασιλείας Ἠγλίσαρος παῖς αὐτοῦ τὴν ἀρχὴν παραλαμβάνει, καὶ κατασχὼν αὐτὴν ἔτη τεσσαράκοντα καταστρέφει τὸν βίον. μετὰ δ᾽ αὐτὸν εἰς τὸν υἱὸν αὐτοῦ Λαβοσόρδαχον ἀφικνεῖται τῆς βασιλείας διαδοχή, καὶ μῆνας ποιήσασα παρ᾽ αὐτῷ τοὺς πάντας ἐννέα τελευτήσαντος αὐτοῦ μεταβαίνει πρὸς Βαλτασάρην τὸν καλούμενον Ναβοάνδηλον παρὰ τοῖς Βαβυλωνίοις. [232] ἐπὶ τοῦτον στρατεύουσι Κῦρός τε Περσῶν βασιλεὺς καὶ Δαρεῖος Μήδων. καὶ πολιορκουμένων τοὺς ἐν Βαβυλῶνι θαυμάσιόν τι καὶ τεράστιον θέαμα συνέβη: κατέκειτο δειπνῶν καὶ πίνων ἐν οἴκῳ μεγάλῳ καὶ πρὸς ἑστιάσεις πεποιημένῳ βασιλικὰς μετὰ τῶν παλλακίδων καὶ τῶν φίλων. [233] δόξαν δὲ αὐτῷ κομισθῆναι κελεύει ἐκ τοῦ ἰδίου ναοῦ τὰ τοῦ θεοῦ σκεύη, συλήσας Ναβουχοδονόσορος ἐκ τῶν Ἱεροσολύμων οὐκ ἐχρῆτο μέν, εἰς δὲ τὸν αὑτοῦ ναὸν κατέθηκεν. αὐτὸς δὲ ὑπὸ θράσους προαχθείς, ὥστε αὐτοῖς χρῆσθαι, μεταξὺ πίνων καὶ βλασφημῶν τὸν θεὸν ἐκ τοῦ τείχους ὁρᾷ χεῖρα προϊοῦσαν καὶ τῷ τοίχῳ τινὰς συλλαβὰς ἐγγράφουσαν. [234] ταραχθεὶς δὲ ὑπὸ τῆς ὄψεως συνεκάλεσε τοὺς μάγους καὶ τοὺς Χαλδαίους, πᾶν τοῦτο τὸ γένος ὅσον ἦν ἐν τοῖς Βαβυλωνίοις τά τε σημεῖα καὶ τὰ ὀνείρατα κρίνειν δυνάμενον, ὡς ἂν αὐτῷ δηλώσωσι τὰ γεγραμμένα. [235] τῶν δὲ μάγων οὐδὲν εὑρίσκειν δυναμένων οὐδὲ συνιέναι λεγόντων ὑπ᾽ ἀγωνίας βασιλεὺς καὶ πολλῆς τῆς ἐπὶ τῷ παραδόξῳ λύπης κατὰ πᾶσαν ἐκήρυξε τὴν χώραν τῷ τὰ γράμματα καὶ τὴν ὑπ᾽ αὐτῶν δηλουμένην διάνοιαν σαφῆ ποιήσαντι δώσειν ὑπισχνούμενος στρεπτὸν περιαυχένιον χρύσεον καὶ πορφυρᾶν ἐσθῆτα φορεῖν, ὡς οἱ τῶν Χαλδαίων βασιλεῖς, καὶ τὸ τρίτον μέρος τῆς ἰδίας ἀρχῆς. [236] τούτου γενομένου τοῦ κηρύγματος ἔτι μᾶλλον οἱ μάγοι συνδραμόντες καὶ φιλοτιμησάμενοι πρὸς τὴν εὕρεσιν τῶν γραμμάτων οὐδὲν ἔλαττον ἠπόρησαν. [237] ἀθυμοῦντα δ᾽ ἐπὶ τούτῳ θεασαμένη τὸν βασιλέα μάμμη αὐτοῦ παραθαρσύνειν ἤρξατο καὶ λέγειν, ὡς ἔστι τις ἀπὸ τῆς Ἰουδαίας αἰχμάλωτος ἐκεῖθεν τὸ γένος ἀχθεὶς ὑπὸ τοῦ Ναβουχοδονοσόρου πορθήσαντος Ἱεροσόλυμα Δανίηλος ὄνομα, σοφὸς ἀνὴρ καὶ δεινὸς εὑρεῖν τὰ ἀμήχανα καὶ μόνῳ τῷ θεῷ γνώριμα, ὃς Ναβουχοδονοσόρῳ τῷ βασιλεῖ μηδενὸς ἄλλου δυνηθέντος εἰπεῖν περὶ ὧν ἔχρῃζεν εἰς φῶς ἤγαγε τὰ ζητούμενα. [238] μεταπεμψάμενον οὖν αὐτὸν ἠξίου παρ᾽ αὐτοῦ πυνθάνεσθαι περὶ τῶν γραμμάτων καὶ τὴν ἀμαθίαν τὴν τῶν οὐχ εὑρόντων αὐτὰ κατακρίνειν, κἂν σκυθρωπὸν τὸ ὑπὸ τοῦ θεοῦ σημαινόμενον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: