previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[186]

δὲ τῶν Βαβυλωνίων βασιλεὺς Ναβουχοδονόσορος τοὺς εὐγενεστάτους λαβὼν τῶν Ἰουδαίων παῖδας καὶ τοὺς Σαχχίου τοῦ βασιλέως αὐτῶν συγγενεῖς, οἳ καὶ ταῖς ἀκμαῖς τῶν σωμάτων καὶ ταῖς εὐμορφίαις τῶν ὄψεων ἦσαν περίβλεπτοι, παιδαγωγοῖς καὶ τῇ δι᾽ αὐτῶν θεραπείᾳ παραδίδωσι ποιήσας τινὰς αὐτῶν ἐκτομίας: [187] τὸ δ᾽ αὐτὸ καὶ τοὺς ἄλλων ἐθνῶν ὅσα κατεστρέψατο ληφθέντας ἐν ὥρᾳ τῆς ἡλικίας διαθεὶς ἐχορήγει μὲν αὐτοῖς τὰ ἀπὸ τῆς τραπέζης αὐτοῦ εἰς δίαιταν, ἐπαίδευε δὲ καὶ τὰ ἐπιχώρια καὶ τὰ τῶν Χαλδαίων ἐξεδίδασκε γράμματα: ἦσαν δὲ οὗτοι σοφίαν ἱκανοὶ περὶ ἣν ἐκέλευε διατρίβειν. [188] ἦσαν δ᾽ ἐν τούτοις τῶν ἐκ τοῦ Σαχχίου γένους τέσσαρες καλοί τε καὶ ἀγαθοὶ τὰς φύσεις, ὧν μὲν Δανίηλος ἐκαλεῖτο, δὲ Ἀνανίας, δὲ Μισάηλος, δὲ τέταρτος Ἀζαρίας. τούτους Βαβυλώνιος μετωνόμασε καὶ χρῆσθαι προσέταξεν ἑτέροις ὀνόμασι. [189] καὶ τὸν μὲν Δανίηλον ἐκάλουν Βαλτάσαρον, τὸν δ᾽ Ἀνανίαν Σεδράχην, Μισάηλον δὲ Μισάχην, τὸν δ᾽ Ἀζαρίαν Ἀβδεναγώ. τούτους βασιλεὺς δι᾽ ὑπερβολὴν εὐφυΐας καὶ σπουδῆς τῆς περὶ τὴν παίδευσιν καὶ σοφίας ἐν προκοπῇ γενομένους εἶχεν ἐν τιμῇ καὶ στέργων διετέλει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: