Hide browse bar Your current position in the text is marked in blue. Click anywhere in the line to jump to another position:
book:
chapter:
chapter 1chapter 2chapter 3chapter 4chapter 5chapter 6chapter 7chapter 8chapter 9chapter 10chapter 11chapter 12chapter 13chapter 14chapter 15chapter 16chapter 17chapter 18chapter 19chapter 20chapter 21chapter 22chapter 23chapter 24chapter 25chapter 26chapter 27chapter 28chapter 29chapter 30chapter 31chapter 32chapter 33chapter 34chapter 35chapter 36chapter 37chapter 38chapter 39chapter 40chapter 41chapter 42chapter 43chapter 44chapter 45chapter 46chapter 47chapter 48chapter 49chapter 50chapter 51chapter 52chapter 53chapter 54
This text is part of:
Search the Perseus Catalog for:
Table of Contents:
Κορινθιακά
Λακωνικά
Μεσσηνιακά
Ἠλιακῶν Α
Ἠλιακῶν Β
Ἀχαικά
Ἀρκαδικά
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
28. ἰόντι δὲ ἀπὸ τοῦ ποταμοῦ τῶν πηγῶν, πρῶτα μέν σε ἐκδέξεται Μάραθα χωρίον, μετὰ δὲ αὐτὸ Γόρτυς κώμη τὰ ἐπ᾽ ἐμοῦ, τὰ δὲ ἔτι ἀρχαιότερα πόλις. ἔστι δὲ αὐτόθι ναὸς Ἀσκληπιοῦ λίθου Πεντελησίου, καὶ αὐτός τε οὐκ ἔχων πω γένεια καὶ Ὑγείας ἄγαλμα: Σκόπα δὲ ἦν ἔργα. λέγουσι δὲ οἱ ἐπιχώριοι καὶ τάδε, ὡς Ἀλέξανδρος ὁ Φιλίππου τὸν θώρακα καὶ δόρυ ἀναθείη τῷ Ἀσκληπιῷ: καὶ ἐς ἐμέ γε ἔτι ὁ θώραξ καὶ τοῦ δόρατος ἦν ἡ αἰχμή.
[2]
τὴν δὲ Γόρτυνα ποταμὸς διέξεισιν ὑπὸ μὲν τῶν περὶ τὰς πηγὰς ὀνομαζόμενος Λούσιος, ἐπὶ λουτροῖς δὴ τοῖς Διὸς τεχθέντος: οἱ δὲ ἀπωτέρω τῶν πηγῶν καλοῦσιν ἀπὸ τῆς κώμης Γορτύνιον. οὗτος ὁ Γορτύνιος ὕδωρ ψυχρότατον παρέχεται ποταμῶν. Ἴστρον μέν γε καὶ Ῥῆνον, ἔτι δὲ Ὕπανίν τε καὶ Βορυσθένην καὶ ὅσων ἄλλων ἐν ὥρᾳ χειμῶνος τὰ ῥεύματα πήγνυται, τούτους μὲν χειμερίους κατὰ ἐμὴν δόξαν ὀρθῶς ὀνομάσαι τις ἄν, οἳ ῥέουσι μὲν διὰ γῆς τὸ πολὺ τοῦ χρόνου νειφομένης, ἀνάπλεως δὲ κρυμοῦ καὶ ὁ περὶ αὐτούς ἐστιν ἀήρ:
[3]
ὅσοι δὲ γῆν διεξίασιν εὖ τῶν ὡρῶν ἔχουσαν καὶ θέρους σφίσι τὸ ὕδωρ πινόμενόν τε καὶ λουομένους ἀνθρώπους ἀναψύχει, χειμῶνος δὲ ἀνιαρὸν οὐκ ἔστι, τούτους ἐγώ φημι παρέχεσθαι σφᾶς ὕδωρ ψυχρόν. ψυχρὸν μὲν δὴ ὕδωρ καὶ Κύδνου τοῦ διεξιόντος Ταρσεῖς καὶ Μέλανος τοῦ παρὰ Σίδην τὴν Παμφύλων: Ἄλεντος δὲ τοῦ ἐν Κολοφῶνι καὶ ἐλεγείων ποιηταὶ τὴν ψυχρότητα ᾁδουσι. Γορτύνιος δὲ προήκει καὶ ἐς πλέον ψυχρότητος, μάλιστα δὲ ὥρᾳ θέρους. ἔχει μὲν δὴ τὰς πηγὰς ἐν Θεισόᾳ τῆ Μεθυδριεῦσιν ὁμόρῳ: καθότι δὲ τῷ Ἀλφειῷ τὸ ῥεῦμα ἀνακοινοῖ, καλοῦσι Ῥαιτέας.
[4]
τῇ χώρᾳ δὲ τῇ Θεισόᾳ προσεχὴς κώμη Τεῦθίς ἐστι: πάλαι δὲ ἦν πόλισμα ἡ Τεῦθις. ἐπὶ δὲ τοῦ πολέμου τοῦ πρὸς Ἰλίῳ ἰδίᾳ παρείχοντο οἱ ἐνταῦθα ἡγεμόνα: ὄνομα δὲ αὐτῷ Τεῦθιν, οἱ δὲ Ὄρνυτόν φασιν εἶναι. ὡς δὲ τοῖς Ἕλλησιν οὐκ ἐγίνετο ἐπίφορα ἐξ Αὐλίδος πνεύματα, ἀλλὰ ἄνεμος σφᾶς βίαιος ἐπὶ χρόνον εἶχεν ἐγκλείσας, ἀφίκετο ὁ Τεῦθις Ἀγαμέμνονι ἐς ἀπέχθειαν καὶ ὀπίσω τοὺς Ἀρκάδας ὧν ἦρχεν ἀπάξειν ἔμελλεν.
[5]
ἐνταῦθα Ἀθηνᾶν λέγουσι Μέλανι τῷ Ὦπος εἰκασμένην ἀποτρέπειν τῆς ὁδοῦ Τεῦθιν τῆς οἴκαδε: ὁ δέ, ἅτε οἰδοῦντος αὐτῷ τοῦ θυμοῦ, παίει τὴν θεὸν τῷ δόρατι ἐς τὸν μηρόν, ἀπήγαγε δὲ καὶ ἐκ τῆς Αὐλίδος ὀπίσω τὸν στρατόν. ἀναστρέψας δὲ ἐς τὴν οἰκείαν, τὴν θεὸν ἔδοξεν αὐτὴν τετρωμένην φανῆναί οἱ τὸν μηρόν: τὸ δὲ ἀπὸ τούτου κατέλαβε Τεῦθιν φθινώδης νόσος, μόνοις τε Ἀρκάδων τοῖς ἐνταῦθα οὐκ ἀπεδίδου καρπὸν οὐδένα ἡ γῆ.
[6]
χρόνῳ δὲ ὕστερον ἄλλα τε ἐχρήσθη σφίσιν ἐκ Δωδώνης, ὁποῖα δρῶντες ἱλάσεσθαι τὴν θεὸν ἔμελλον, καὶ ἄγαλμα ἐποιήσαντο Ἀθηνᾶς ἔχον τραῦμα ἐπὶ τοῦ μηροῦ. τοῦτο καὶ αὐτὸς τὸ ἄγαλμα εἶδον, τελαμῶνι πορφυρῷ τὸν μηρὸν κατειλημένον. καὶ ἄλλα ἐν Τεύθιδι, Ἀφροδίτης τε ἱερὸν καὶ Ἀρτέμιδός ἐστι.
[7]
ταῦτα μὲν δὴ ἐνταῦθά ἐστι: κατὰ δὲ τὴν ὁδὸν τὴν ἐκ Γόρτυνος ἐς Μεγάλην πόλιν πεποίηται μνῆμα τοῖς ἀποθανοῦσιν ἐν τῇ πρὸς Κλεομένην μάχῃ. τὸ δὲ μνῆμα τοῦτο ὀνομάζουσιν οἱ Μεγαλοπολῖται Παραιβασίον, ὅτι ἐς αὐτοὺς παρεσπόνδησεν ὁ Κλεομένης. Παραιβασίου δὲ ἔχεται πεδίον ἑξήκοντα σταδίων μάλιστα: καὶ πόλεως ἐρείπια Βρένθης ἐστὶν ἐν δεξιᾷ τῆς ὁδοῦ, καὶ ποταμὸς ἔξεισιν αὐτόθεν Βρενθεάτης καὶ ὅσον σταδίους προελθόντι πέντε κάτεισιν ἐς τὸν Ἀλφειόν.
Pausanias. Pausaniae Graeciae Descriptio, 3 vols. Leipzig, Teubner. 1903.
The Annenberg CPB/Project provided support for entering this text.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.