Hide browse bar Your current position in the text is marked in blue. Click anywhere in the line to jump to another position:
book:
chapter:
This text is part of:
Search the Perseus Catalog for:
Table of Contents:
Κορινθιακά
Λακωνικά
Μεσσηνιακά
Ἠλιακῶν Α
Ἠλιακῶν Β
Ἀχαικά
Ἀρκαδικά
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τότε δὲ τῷ Μετέλλῳ καὶ τῇ ἄλλῃ πρεσβείᾳ μὴ ὑπεριδεῖν Λακεδαιμονίων ἤρεσε καὶ Ἀχαιῶν, τοὺς δὲ τὰς ἀρχὰς ἔχοντας ἐς τὸ συνέδριον ἠξίουν συγκαλέσαι τοὺς Ἀχαιούς, ἵνα ἐν κοινῷ διδάξωσιν αὐτοὺς ἠπιώτερον μεταχειρίζεσθαι τὰ ἐν Λακεδαίμονι. οἱ δέ σφισιν ἀπεκρίναντο μήτε ἐκείνοις Ἀχαιοὺς ἐς σύλλογον μήτε ἄλλῳ συνάξειν, ὅστις μὴ ἐπὶ τῷ πράγματι ἐφ᾽ ὅτῳ ποιεῖται τὴν πρόσοδον παρὰ τῆς Ῥωμαίων βουλῆς ἔχει δόγμα. Μέτελλος δὲ καὶ οἱ σὺν αὐτῷ ὑπὸ τῶν Ἀχαιῶν περιυβρίσθαι νομίζοντες, ἐπειδὴ ἀφίκοντο ἐς Ῥώμην, πολλὰ ἐπὶ τῆς βουλῆς καὶ οὐ τὰ πάντα ἀληθῆ κατηγόρουν τῶν Ἀχαιῶν.
Pausanias. Pausaniae Graeciae Descriptio, 3 vols. Leipzig, Teubner. 1903.
The Annenberg CPB/Project provided support for entering this text.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.