previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

17.

ταῦτα μὲν δὴ τὰ ἀξιολογώτατα ἀνδρὶ ποιουμένῳ τὴν ἔφοδον ἐν τῇ Ἄλτει κατὰ τὰ ἡμῖν εἰρημένα: εἰ δὲ ἀπὸ τοῦ Λεωνιδαίου πρὸς τὸν βωμὸν τὸν μέγαν ἀφικέσθαι τῇ δεξιᾷ θελήσειας, τοσάδε ἔστι σοι τῶν ἀνηκόντων ἐς μνήμην. Δημοκράτης Τενέδιος καὶ Ἠλεῖος Κριάννιος, οὗτος μὲν ὅπλου λαβὼν νίκην, Δημοκράτης δὲ ἀνδρῶν πάλης: ἀνδριάντας δὲ τοῦ μὲν Μιλήσιος Διονυσικλῆς, τοῦ δὲ Κριαννίου Μακεδὼν Λῦσός ἐστιν ἐργασάμενος. [2] Κλαζομενίου δὲ Ἡροδότου καὶ Φιλίνου τοῦ Ἡγεπόλιδος Κῴου ἀνέθεσαν τὰς εἰκόνας αἱ πόλεις, Κλαζομένιοι μὲν ὅτι ἐν Ὀλυμπίᾳ Κλαζομενίων πρῶτος ἀνηγορεύθη νικῶν Ἡρόδοτος, δέ οἱ νίκη σταδίου γέγονεν ἐν παισί, Φιλῖνον δὲ οἱ Κῷοι δόξης ἕνεκα ἀνέθεσαν: ἐν μέν γε Ὀλυμπίᾳ δρόμου γεγόνασιν αὐτῷ νῖκαι πέντε, τέσσαρες δὲ Πυθοῖ καὶ ἴσαι Νεμείων, ἐν δὲ Ἰσθμῷ μία ἐπὶ ταῖς δέκα. [3] Πτολεμαῖον δὲ τὸν Πτολεμαίου τοῦ Λάγου Ἀριστόλαος ἀνέθηκε Μακεδὼν ἀνήρ. ἀνάκειται δὲ καὶ πύκτης κρατήσας ἐν παισὶ Βούτας Πολυνείκους Μιλήσιος, καὶ Καλλικράτης ἀπὸ τῆς ἐπὶ Ληθαίῳ Μαγνησίας ἐπὶ τῷ ὁπλίτῃ δρόμῳ στεφάνους δύο ἀνῃρημένος: Λυσίππου δὲ ἔργον τοῦ Καλλικράτους ἐστὶν εἰκών. [4] Ἐνατίωνι δὲ καὶ Ἀλεξιβίῳ, τῷ μὲν ἐν παισὶ σταδίου, Ἀλεξιβίῳ δὲ πεντάθλου γέγονε νίκη, καὶ Ἡραία τε Ἀρκάδων ἐστὶν αὐτῷ πατρὶς καὶ Ἀκέστωρ τὴν εἰκόνα εἰργασμένος: Ἐνατίωνα δὲ ἧστινος ἦν οὐ δηλοῖ τὸ ἐπίγραμμα, ὅτι δὲ τοῦ Ἀρκάδων ἦν ἔθνους δηλοῖ. Κολοφώνιοι δὲ Ἑρμησιάναξ Ἀγονέου καὶ Εἰκάσιος Λυκίνου τε ὢν καὶ τῆς Ἑρμησιάνακτος θυγατρὸς κατεπάλαισαν μὲν παῖδας ἀμφότεροι, Ἑρμησιάνακτι δὲ καὶ ἀπὸ τοῦ κοινοῦ τοῦ Κολοφωνίων ὑπῆρξεν ἀνατεθῆναι τὴν εἰκόνα. [5]

τούτων δέ εἰσιν Ἠλεῖοι πλησίον πυγμῇ παῖδας κρατήσαντες, μὲν Σθέννιδος ἔργον τοῦ ὈλυνθίουΧοιρίλος, Θεότιμος δὲ Δαιτώνδα Σικυωνίου: παῖς δὲ Θεότιμος ἦν Μοσχίωνος, Ἀλεξάνδρῳ τῷ Φιλίππου τῆς ἐπὶ Δαρεῖον καὶ Πέρσας στρατείας μετασχόντος. δύο δὲ αὖθις ἐξ Ἤλιδος, Ἀρχίδαμος τεθρίππῳ νενικηκὼς καὶ Ἐπέραστός ἐστιν Θεογόνου ὅπλου νίκην ἀνῃρημένος: [6] εἶναι δὲ καὶ μάντις Ἐπέραστος τοῦ Κλυτιδῶν γένους φησὶν ἐπὶ τοῦ ἐπιγράμματος τῇ τελευτῇ,“τῶν δ᾽ ἱερογλώσσων Κλυτιδᾶν γένος εὔχομαι εἶναι
μάντις, ἀπ᾽ ἰσοθέων αἷμα Μελαμποδιδᾶν.
Μελάμποδος γὰρ ἦν τοῦ Ἀμυθάονος Μάντιος, τοῦ δὲ Ὀικλῆς, Κλυτίος δὲ Ἀλκμαίωνος τοῦ Ἀμφιαράου τοῦ Ὀϊκλέους: ἐγεγόνει δὲ τῷ Ἀλκμαίωνι Κλυτίος ἐκ τῆς Φηγέως θυγατρὸς καὶ ἐς τὴν Ἦλιν μετῴκησε, τοῖς ἀδελφοῖς εἶναι τῆς μητρὸς σύνοικος φεύγων, ἅτε τοῦ Ἀλκμαίωνος ἐπιστάμενος σφᾶς εἰργασμένους τὸν φόνον. [7]

ἀνδριάντας δὲ ἀναμεμιγμένους οὐκ ἐπιφανέσιν ἄγαν ἀναθήμασιν Ἀλεξίνικόν τε Ἠλεῖον, τέχνην τοῦ Σικυωνίου Κανθάρου, πάλης ἐν παισὶν ἀνῃρημένον νίκην, καὶ τὸν Λεοντῖνον Γοργίαν ἰδεῖν ἔστιν: ἀναθεῖναι δὲ τὴν εἰκόνα ἐς Ὀλυμπίαν φησὶν Εὔμολπος ἀπόγονος τρίτος Δηικράτους συνοικήσαντος ἀδελφῇ τῇ Γοργίου. [8] οὗτος Γοργίας πατρὸς μὲν ἦν Χαρμαντίδου, λέγεται δὲ ἀνασώσασθαι μελέτην λόγων πρῶτος ἠμελημένην τε ἐς ἅπαν καὶ ἐς λήθην ὀλίγου δεῖν ἥκουσαν ἀνθρώποις: εὐδοκιμῆσαι δὲ Γοργίαν λόγων ἕνεκα ἔν τε πανηγύρει τῇ Ὀλυμπικῇ φασι καὶ

ἀφικόμενον κατὰ πρεσβείαν ὁμοῦ Τισίᾳ παρ᾽ Ἀθηναίους. καίτοι ἄλλα τε Τισίας ἐς λόγους ἐσηνέγκατο καὶ πιθανώτατα τῶν καθ᾽ αὑτὸν γυναικὶ Συρακουσίᾳ χρημάτων ἔγραψεν ἀμφισβήτησιν: [9] ἀλλά γε ἐκείνου τε ἐς πλέον τιμῆς ἀφίκετο Γοργίας παρὰ Ἀθηναίοις, καὶ Ἰάσων ἐν Θεσσαλίᾳ τυραννήσας Πολυκράτους, οὐ τὰ ἔσχατα ἐνεγκαμένου διδασκαλείου τοῦ Ἀθήνῃσι, τούτου τοῦ ἀνδρὸς ἐπίπροσθεν αὐτὸν Ἰάσων ἐποιήσατο. βιῶναι δὲ ἔτη Γοργίαν πέντε φασὶν ἐπὶ τοῖς ἑκατόν: Λεοντίνων δὲ ἐρημωθεῖσάν ποτε ὑπὸ Συρακουσίων τὴν πόλιν κατ᾽ ἐμὲ αὖθις συνέβαινεν οἰκεῖσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1918)
hide References (2 total)
  • Cross-references to this page (2):
    • A Dictionary of Greek and Roman Antiquities (1890), SYNE´GORUS
    • Smith's Bio, Jason
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: