Hide browse bar Your current position in the text is marked in blue. Click anywhere in the line to jump to another position:
book:
chapter:
chapter 1chapter 2chapter 3chapter 4chapter 5chapter 6chapter 7chapter 8chapter 9chapter 10chapter 11chapter 12chapter 13chapter 14chapter 15chapter 16chapter 17chapter 18chapter 19chapter 20chapter 21chapter 22chapter 23chapter 24chapter 25chapter 26chapter 27chapter 28chapter 29chapter 30chapter 31chapter 32chapter 33chapter 34chapter 35chapter 36chapter 37chapter 38chapter 39chapter 40chapter 41chapter 42chapter 43chapter 44
This text is part of:
Search the Perseus Catalog for:
Table of Contents:
Κορινθιακά
Λακωνικά
Μεσσηνιακά
Ἠλιακῶν Α
Ἠλιακῶν Β
Ἀχαικά
Ἀρκαδικά
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
31. δῆμοι δὲ οἱ μικροὶ τῆς Ἀττικῆς, ὡς ἔτυχεν ἕκαστος οἰκισθείς, τάδε ἐς μνήμην παρείχοντο: Ἀλιμουσίοις μὲν Θεσμοφόρου Δήμητρος καὶ Κόρης ἐστὶν ἱερόν, ἐν Ζωστῆρι δὲ ἐπὶ θαλάσσης καὶ βωμὸς Ἀθηνᾶς καὶ Ἀπόλλωνος καὶ Ἀρτέμιδος καὶ Λητοῦς. τεκεῖν μὲν οὖν Λητὼ τοὺς παῖδας ἐνταῦθα οὔ φασι, λύσασθαι δὲ τὸν ζωστῆρα ὡς τεξομένην, καὶ τῷ χωρίῳ διὰ τοῦτο γενέσθαι τὸ ὄνομα. Προσπαλτίοις δέ ἐστι καὶ τούτοις Κόρης καὶ Δήμητρος ἱερόν, Ἀναγυρασίοις δὲ Μητρὸς θεῶν ἱερόν: Κεφαλῆσι δὲ οἱ Διόσκουροι νομίζονται μάλιστα, Μεγάλους γὰρ σφᾶς οἱ ταύτῃ θεοὺς ὀνομάζουσιν.
[2]
ἐν δὲ Πρασιεῦσιν Ἀπόλλωνός ἐστι ναός: ἐνταῦθα τὰς Ὑπερβορέων ἀπαρχὰς ἰέναι λέγεται, παραδιδόναι δὲ αὐτὰς Ὑπερβορέους μὲν Ἀριμασποῖς, Ἀριμασποὺς δ᾽ Ἰσσηδόσι, παρὰ δὲ τούτων Σκύθας ἐς Σινώπην κομίζειν, ἐντεῦθεν δὲ φέρεσθαι διὰ Ἑλλήνων ἐς Πρασιάς, Ἀθηναίους δὲ εἶναι τοὺς ἐς Δῆλον ἄγοντας: τὰς δὲ ἀπαρχὰς κεκρύφθαι μὲν ἐν καλάμῃ πυρῶν, γινώσκεσθαι δὲ ὑπ᾽ οὐδένων. ἔστι δὲ μνῆμα ἐπὶ Πρασιαῖς Ἐρυσίχθονος, ὡς ἐκομίζετο ὀπίσω μετὰ τὴν θεωρίαν ἐκ Δήλου, γενομένης οἱ κατὰ τὸν πλοῦν τῆς τελευτῆς.
[3]
Κραναὸν δὲ τὸν βασιλεύσαντα Ἀθηναίων ὅτι μὲν ἐξέβαλεν Ἀμφικτύων κηδεστὴν ὄντα, ἔτι πρότερον εἴρηταί μοι: φυγόντα δὲ αὐτὸν σὺν τοῖς στασιώταις ἐς τὸν δῆμον τὸν Λαμπτρέα ἀποθανεῖν τε αὐτοῦ καὶ ταφῆναί φασι, καὶ ἔστι καὶ ἐς ἐμὲ καὶ ἐν τοῖς Λαμπτρεῦσι Κραναοῦ μνῆμα. Ἴωνος δὲ τοῦ Ξούθου —καὶ γὰρ οὗτος ᾤκησε παρὰ Ἀθηναίοις καὶ Ἀθηναίων ἐπὶ τοῦ πολέμου τοῦ πρὸς Ἐλευσινίους ἐπολεμάρχησε —τάφος ἐν Ποταμοῖς ἐστι τῆς χώρας.
[4]
ταῦτα μὲν δὴ οὕτω λέγεται, Φλυεῦσι δέ εἰσι καὶ Μυρρινουσίοις τοῖς μὲν Ἀπόλλωνος Διονυσοδότου καὶ Ἀρτέμιδος Σελασφόρου βωμοὶ Διονύσου τε Ἀνθίου καὶ νυμφῶν Ἰσμηνίδων καὶ Γῆς, ἣν Μεγάλην θεὸν ὀνομάζουσι: ναὸς δὲ ἕτερος ἔχει βωμοὺς Δήμητρος Ἀνησιδώρας καὶ Διὸς Κτησίου καὶ Τιθρωνῆς Ἀθηνᾶς καὶ Κόρης Πρωτογόνης καὶ Σεμνῶν ὀνομαζομένων θεῶν: τὸ δὲ ἐν Μυρρινοῦντι ξόανόν ἐστι Κολαινίδος. Ἀθμονεῖς δὲ τιμῶσιν Ἀμαρυσίαν Ἄρτεμιν:
[5]
πυνθανόμενος δὲ σαφὲς οὐδὲν ἐς αὐτὰς ἐπισταμένους τοὺς ἐξηγητὰς εὗρον, αὐτὸς δὲ συμβάλλομαι τῇδε. ἔστιν Ἀμάρυνθος ἐν Εὐβοίᾳ: καὶ γὰρ οἱ ταύτῃ τιμῶσιν Ἀμαρυσίαν, ἑορτὴν δὲ καὶ Ἀθηναῖοι τῆς Ἀμαρυσίας ἄγουσιν οὐδέν τι Εὐβοέων ἀφανέστερον: ταύτῃ μὲν γενέσθαι τὸ ὄνομα ἐπὶ τούτῳ παρὰ Ἀθμονεῦσιν ἡγοῦμαι, τὴν δὲ ἐν Μυρρινοῦντι Κολαινίδα ἀπὸ Κολαίνου καλεῖσθαι. γέγραπται δ᾽ ἤδη μοι τῶν ἐν τοῖς δήμοις φάναι πολλοὺς ὡς καὶ πρὸ τῆς ἀρχῆς ἐβασιλεύοντο τῆς Κέκροπος: ἔστι δὲ ὁ Κόλαινος ἀνδρὸς ὄνομα πρότερον ἢ Κέκροψ ἐβασίλευσεν —ὡς οἱ Μυρρινούσιοι λέγουσιν—ἄρξαντος.
[6]
ἔστι δὲ Ἀχαρναὶ δῆμος: οὗτοι θεῶν Ἀπόλλωνα τιμῶσιν Ἀγυιέα καὶ Ἡρακλέα. καὶ Ἀθηνᾶς βωμός ἐστιν Ὑγείας: τὴν δ᾽ Ἱππίαν Ἀθηνᾶν ὀνομάζουσι καὶ Διόνυσον Μελπόμενον καὶ Κισσὸν τὸν αὐτὸν θεόν, τὸν κισσὸν τὸ φυτὸν ἐνταῦθα πρῶτον φανῆναι λέγοντες.
Pausanias. Pausaniae Graeciae Descriptio, 3 vols. Leipzig, Teubner. 1903.
The Annenberg CPB/Project provided support for entering this text.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.
show
Browse Bar
hide
References (3 total)
- Cross-references to this page
(3):
- A Dictionary of Greek and Roman Antiquities (1890), DEMUS
- A Dictionary of Greek and Roman Antiquities (1890), DIONY´SIA
- A Dictionary of Greek and Roman Antiquities (1890), THESMOPHO´RIA
load
Vocabulary Tool
hide
Search
hideStable Identifiers
hide
Display Preferences