Hide browse bar Your current position in the text is marked in blue. Click anywhere in the line to jump to another position:
book:
book 1book 2book 3book 4book 5book 6book 7book 8book 9book 10book 11book 12book 13book 14book 15book 16book 17book 18book 19book 20book 21book 22book 23book 24book 25book 26book 27book 28book 29book 30-35
Fragments of uncertain reference
book 36book 37book 38book 39book 40book 41book 42book 48book 44book 45book 46book 46book 48book 49book 50book 51book 52book 53book 54book 55book 56book 57frbook 57book 58book 59book 60
Epitome
of book 61
book 61bbook 62book 62bbook 63book 64bbook 64book 65book 66book 67book 68book 69book 70book 12book 72book 73book 74book 75book 76book 77book 78book 79book 80book 80b
chapter:
This text is part of:
Search the Perseus Catalog for:
Table of Contents:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“4. τῷ δὲ Σεουήρῳ πόλεμος αὖθις, μήπω 1 ἐκ τῶν
βαρβαρικῶν ἀναπνεύσαντι, ἐμφύλιος πρὸς τὸν
Ἀλβῖνον τὸν Καίσαρα συνηνέχθη. ὁ μὲν γὰρ
οὐδὲ τὴν τοῦ Καίσαρος αὐτῷ ἔτι ἐδίδου τιμήν,
ἐπειδὴ τὸν Νίγρον ἐκποδὼν ἐποιήσατο, τά τε
ἄλλα τὰ ἐνταῦθα ὡς ἐβούλετο κατεστήσατο: ὁ
δὲ καὶ τὴν τοῦ αὐτοκράτορος ἐζήτει ὑπεροχήν.
[2]
συγκινουμένης οὖν διὰ ταῦτα τῆς οἰκουμένης
ἡμεῖς μὲν οἱ βουλευταὶ ἡσυχίαν ἤγομεν, ὅσοι μὴ
πρὸς τοῦτον ἢ ἐκεῖνον φανερῶς ἀποκλίναντες
ἐκοινώνουν σφίσι καὶ τῶν κινδύνων καὶ τῶν
ἐλπίδων, ὁ δὲ δῆμος οὐκ ἐκαρτέρησεν ἀλλ᾽
ἐκφανέστατα κατωδύρατο. ἦν μὲν γὰρ ἡ τελευταία
πρὸ τῶν Κρονίων ἱπποδρομία, καὶ συνέδραμεν
ἐς αὐτὴν 2 ἄπλετόν τι χρῆμα ἀνθρώπων.
[3]
παρῆν δὲ καὶ ἐγὼ τῇ θέᾳ διὰ τὸν ὕπατον φίλον
μου ὄντα, καὶ πάντα τὰ λεχθέντα ἀκριβῶς
ἤκουσα, ὅθεν καὶ γράψαι τι περὶ αὐτῶν ἠδυνήθην.
ἐγένετο δὲ ὧδε. συνῆλθον μὲν ὥσπερ εἶπον
ἀμύθητοι, καὶ τὰ ἅρματα ἑξαχῶς ἁμιλλώμενα
ἐθεάσαντο, ὅπερ που καὶ ἐπὶ τοῦ Κλεάνδρου 3
ἐγεγόνει, μηδὲν μηδένα παράπαν ἐπαινέσαντες,
[4]
ὅπερ εἴθισται: ἐπειδὴ δὲ ἐκεῖνοί τε οἱ δρόμοι
ἐπαύσαντο καὶ ἔμελλον οἱ ἡνίοχοι ἑτέρου ἄρξασθαι,
[p. 204]
ἐνταῦθα ἤδη σιγάσαντες 4 ἀλλήλους
ἐξαίφνης τάς τε χεῖρας πάντες ἅμα συνεκρότησαν
καὶ προσεπεβόησαν, εὐτυχίαν τῇ τοῦ δήμου
[5]
σωτηρίᾳ αἰτούμενοι. εἶπόν τε τοῦτο, καὶ μετὰ
τοῦτο τὴν Ῥώμην καὶ βασιλίδα καὶ ἀθάνατον
ὀνομάσαντες ‘μέχρι πότε τοιαῦτα πάσχομεν;’
ἔκραξαν ‘καὶ μέχρι ποῦ πολεμούμεθα;’ εἰπόντες
δὲ καὶ ἄλλα τινὰ τοιουτότροπα τέλος ἐξεβόησαν
ὅτι ‘ταῦτά ἐστιν,’ καὶ πρὸς τὸν ἀγῶνα τῶν
ἵππων ἐτράποντο. οὕτω μὲν ἔκ τινος θείας
[6]
ἐπιπνοίας ἐνεθουσίασαν: οὐ γὰρ ἂν ἄλλως
τοσαῦται μυριάδες ἀνθρώπων οὔτε ἤρξαντο τὰ
αὐτὰ ἅμα ἀναβοᾶν ὥσπερ τις ἀκριβῶς χορὸς
δεδιδαγμένος, οὔτ᾽ εἶπον αὐτὰ ἀπταίστως ὡς καὶ
μεμελετημένα. ταῦτά τε οὖν ἔτι καὶ μᾶλλον
ἡμᾶς ἐτάραττε, καὶ πῦρ αἰφνίδιον νυκτὸς ἐν τῷ
ἀέρι τῷ πρὸς βορρᾶν τοσοῦτον ὤφθη ὥστε τοὺς
μὲν τὴν πόλιν ὅλην τοὺς δὲ καὶ τὸν οὐρανὸν
[7]
αὐτὸν καίεσθαι δοκεῖν. ὃ δὲ δὴ μάλιστα θαυμάσας
ἔχω, ψεκὰς ἐν αἰθρίᾳ ἀργυροειδὴς ἐς τὴν
τοῦ Αὐγούστου ἀγορὰν κατερρύη. φερομένην
μὲν γὰρ αὐτὴν οὐκ εἶδον, πεσούσης δὲ αὐτῆς
ᾐσθόμην, καὶ κέρματά τινα ἀπ᾽ αὐτῆς χαλκᾶ
κατηργύρωσα, ἃ καὶ ἐπὶ τρεῖς ἡμέρας τὴν αὐτὴν
ὄψιν εἶχε: τῇ γὰρ τετάρτῃ πᾶν τὸ ἐπαλειφθὲν
αὐτοῖς ἠφανίσθη.
”
Dio's Roman History. Cassius Dio Cocceianus. Earnest Cary. Herbert Baldwin Foster. William Heinemann, Harvard University Press. London; New York. 1914-. Keyboarding.
Google Digital Humanities Awards Program provided support for entering this text.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.