previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

17. Αὔλου δὲ δὴ Ἱρτίου μετὰ Γαΐου Οὐιβίου 1 ὑπατεύσαντος ῾οὗτος γάρ, καίτοι τοῦ πατρὸς αὐτοῦ ἐς τὰ λευκώματα τὰ Σύλλεια ἐσγραφέντος, ὕπατος τότε ἀπεδείχθἠ βουλή τε ἐγένετο καὶ γνῶμαι ἐπὶ τρεῖς ἐφεξῆς ἡμέρας, 2 ἀπ᾽ αὐτῆς τῆς [2] νουμηνίας ἀρξάμεναι, προετέθησαν: ἔκ τε γὰρ τοῦ πολέμου ἐν χερσὶν ὄντος καὶ ἐκ τεράτων, πλεῖστα καὶ ἐξαισιώτατα ἐγεγόνει, ταρασσόμενοι οὐδὲ τῆς ἀποφράδος, τὸ μὴ ἐν ἐκείναις βουλεύσασθαί 3 τι τῶν συμφερόντων σφίσιν, ἀπέσχοντο. κεραυνοί τε γὰρ παμπληθεῖς ἔπεσον, καί τινες αὐτῶν καὶ ἐς τὸν νεὼν τὸν τῷ Διὶ τῷ Καπιτωλίῳ [3] ἐν τῷ Νικαίῳ ὄντα 4 κατέσκηψαν: καὶ πνεῦμα μέγα ἐπιγενόμενον τάς τε στήλας τὰς περὶ τὸ Κρόνιον καὶ περὶ τὸν τῆς Πίστεως νεὼν προσπεπηγυίας ἀπέρρηξε καὶ διεσκέδασε, καὶ τὸ ἄγαλμα τὸ τῆς Ἀθηνᾶς τῆς Φυλακίδος, πρὸ τῆς φυγῆς Κικέρων ἐς τὸ Καπιτώλιον ἀνετεθείκει, 5 κατέβαλε [p. 438] [4] καὶ κατέθραυσε. καὶ τοῦτο μὲν καὶ αὐτῷ τῷ Κικέρωνι τὸν ὄλεθρον προεδήλωσε: τοὺς δὲ ἄλλους ἐκεῖνά τε ἐτάραττε καὶ σεισμὸς μέγας γενόμενος, ταῦρός τέ τις τυθείς τε δι᾽ αὐτὸν 6 ἐν 7 τῷ Ἑστιαίῳ 8 καὶ ἀναπηδήσας μετὰ τὴν ἱερουργίαν. πρὸς δὲ δὴ τούτοις τοιούτοις οὖσι λαμπὰς ἀπ᾽ ἀνίσχοντος ἡλίου πρὸς δυσμὰς διέδραμε, καί τις ἀστὴρ καινὸς ἐπὶ πολλὰς ἡμέρας [5] ὤφθη. τό τε φῶς τοῦ ἡλίου ἐλαττοῦσθαί τε καὶ σβέννυσθαι, τοτὲ 9 δὲ ἐν τρισὶ κύκλοις φαντάζεσθαι ἐδόκει, καὶ ἕνα γε αὐτῶν στέφανος σταχύων πυρώδης περιέσχεν, 10 ὥστ᾽ εἴπερ 11 τι ἄλλο, καὶ τοῦτο ἐναργέστατα αὐτοῖς ἐκβῆναι: οἵ τε γὰρ ἄνδρες οἱ τρεῖς ἐδυνάστευον, λέγω δὲ τὸν Καίσαρα καὶ τὸν Λέπιδον καὶ τὸν Ἀντώνιον, καὶ ἐξ αὐτῶν Καῖσαρ μετὰ τοῦτο τὴν νίκην ἔλαβεν. [6] τότε δ᾽ οὖν ταῦτά τε ἐγένετο, καὶ λόγια πρὸς κατάλυσιν τῆς δημοκρατίας φέροντα παντοῖα ᾔδετο. κόρακές τε ἐς τὸ Διοσκόρειον 12 ἐσπετόμενοι τὰ τῶν ὑπάτων τοῦ τε Ἀντωνίου καὶ τοῦ Δολοβέλλου ὀνόματα, ἐνταῦθά που ἐν πινακίῳ ἐγγεγραμμένα, [7] ἐξεκόλαψαν. καὶ κύνες πολλοὶ νυκτὸς κατά τε τὴν ἄλλην πόλιν καὶ πρὸς τῇ τοῦ ἀρχιερέως τοῦ Λεπίδου οἰκίᾳ μάλιστα συστρεφόμενοι ὠρύοντο. τε Ἠριδανὸς ἐπὶ πολὺ τῆς πέριξ γῆς πελαγίσας ἐξαίφνης ἀνεχώρησε, καὶ παμπληθεῖς ἐν τῷ ξηρῷ ὄφεις ἐγκατέλιπε. καὶ ἰχθῦς ἐκ τῆς θαλάσσης ἀμύθητοι κατὰ τὰς τοῦ [p. 440] Τιβέριδος ἐκβολὰς ἐς τὴν ἤπειρον ἐξέπεσον. [8] ἐπεγένετο μὲν οὖν καὶ λοιμὸς 13 ἐπ᾽ αὐτοῖς πάσῃ ὡς εἰπεῖν τῇ Ἰταλίᾳ ἰσχυρός, καὶ διὰ τοῦτο τό τε βουλευτήριον τὸ Ὁστίλιον ἀνοικοδομηθῆναι καὶ τὸ χωρίον ἐν ναυμαχία ἐγεγόνει συγχωσθῆναι ἐψηφίσθη: οὐ μέντοι καὶ ἐνταῦθα στήσεσθαι τὸ [9] δεινὸν ἐδόκει, ἄλλως τε καὶ ἐπειδὴ τοῦ Οὐιβίου 14 τὰ ἐσιτήρια 15 τῇ νουμηνίᾳ θύοντος ῥαβδοῦχός τις αὐτοῦ ἔπεσεν ἐξαίφνης καὶ ἀπέθανεν. διὰ μὲν οὖν ταῦτα καὶ ἐν ἐκείναις ταῖς ἡμέραις ἐβουλεύσαντό τε, καὶ εἶπον ἄλλοι τε ἐφ᾽ ἑκάτερα πολλοὶ καὶ Κικέρων ὧδε:

1 *ou)ibi/ou Xyl., ui(ou= LM.

2 h(me/ras R. Steph., h(merai=s LM.

3 bouleu/sasqai/ Bk., bouleu=sai/ LM.

4 o)/nta R. Steph., o)/nti LM.

5 a)neteqei/kei Bk., a)neti/qei LM.

6 au)to\n Rk., au)tw=n LM.

7 e)n R. Steph., e)s LM.

8 *(estiai/w| R. Steph., e)stidi/wi LM.

9 tote\ Xiph., to/te LM.

10 perie/sxen Xiph., perie/sxon LM.

11 w(/st' ei)/per Rk., w(/sper LM.

12 *diosko/reion Dind., dioskou/reion LM.

13 loimo\s v. Hers., o( loimo\s LM.

14 *ou)ibi/ou Xyl., i)ouli/ou LM.

15 e)sith/ria Xyl., e)shth/ria LM.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: