previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Περὶ διδυμογόνων Καὶ περὶ τῶν γεννωμένων δὲ ὁμοίως ἀνὰ δύο καὶ πλειόνων τοὺς αὐτοὺς δύο τόπους παρατηρεῖν προσήκει, τουτέστι τά τε δύο φῶτα καὶ τὸν ὡροσκόπον. παρακολουθεῖν δὲ εἴωθε τοῦτο τὸ σύμπτωμα παρὰ τὰς συγκράσεις, ὅταν οἱ δύο καὶ οἱ τρεῖς τόποι δίσωμα περιέχωσι ζῴδια, καὶ μάλιστα ὅταν καὶ οἱ οἰκοδεσπόζοντες αὐτῶν ἀστέρες τὸ αὐτὸ πάθωσιν τινες μὲν ἐν δισώμοις, τινὲς δὲ ἀνὰ δύο κείμενοι τυγχάνωσιν καὶ πλείους. ἐπὰν δὲ καὶ ἐν δισώμοις ὦσιν οἱ κύριοι τόποι καὶ κατὰ τὸ αὐτὸ [p. 258] πλείονες τῶν ἀστέρων συνεσχηματισμένοι, τότε καὶ πλείονα τῶν δύο κυΐσκεσθαι συμπίπτει, τοῦ μὲν πλήθους ἀπὸ τοῦ τὸ ἰδίωμα ποιοῦντος ἀστέρος τοῦ ἀριθμοῦ συνεικαζομένου, τοῦ δὲ γένους ἀπὸ τῶν συνεσχηματισμένων ἀστέρων τῷ τε ἡλίῳ καὶ τῇ σελήνῃ καὶ τῷ ὡροσκόπῳ πρὸς ἀρρενογονίαν θηλυγονίαν κατὰ τοὺς ἐν τοῖς ἔμπροσθεν εἰρημένους τρόπους. ὅταν δὲ τοιαύτη διάθεσις μὴ συμπεριλαμβάνῃ τοῖς φωσὶ τὸ τοῦ ὡροσκόπου κέντρον, ἀλλὰ τὸ τοῦ μεσουρανήματος, αἱ τοιαῦται τῶν μητέρων δίδυμα ὡς ἐπὶ πᾶν καὶ πλείονα κυΐσκουσιν. ἰδίως δὲ τρεῖς μὲν ἄρρενας πληροφοροῦσιν ὑπὸ τὴν τῶν Ἀνακτόρων γένεσιν ἅμα τοῖς προκειμένοις τόποις ἐν δισώμοις συσχηματισθέντες Κρόνος, Ζεύς, Ἄρης: τρεῖς δὲ θηλείας ὑπὸ τὴν τῶν Χαρίτων Ἀφροδίτη, σελήνη μεθ̓ Ἑρμοῦ τεθηλυσμένου: δύο δ̓ ἄρρενας καὶ μίαν θήλειαν ὑπὸ τὴν τῶν Διοσκούρων Κρόνος, Ζεύς, Ἀφροδίτη: δύο δὲ θηλείας καὶ ἄρρενα ἕνα ὑπὸ τὴν Δήμητρος καὶ Κόρης Ἀφροδίτη, σελήνη, Ἄρης: ἐφ̓ ὧν ὡς ἐπὶ τὸ πολὺ συμβαίνειν εἴωθε τό τε μὴ τελεσφορεῖσθαι τὰ γινόμενα καὶ τὸ μετὰ παρασήμων [p. 260] τινῶν σωματικῶν ἀποκυΐσκεσθαι καὶ ἔτι τὸ γίνεσθαί τινα τοῖς τόποις ἐξαίρετα καὶ ἀπροσδόκητα διὰ τῆς τῶν τοιούτων συμπτωμάτων ὥσπερ ἐπιφανείας.

hide References (3 total)
  • Cross-references to this page (3):
    • Dictionary of Greek and Roman Geography (1854), ACINCUM
    • Dictionary of Greek and Roman Geography (1854), TRISSUM
    • Dictionary of Greek and Roman Geography (1854), U´SCENUM
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: