previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Περὶ παθῶν ψυχικῶν Ἐπεὶ δὲ τοῖς τῆς ψυχῆς ἰδιώμασιν ἀκολουθεῖ πως καὶ περὶ τῶν ἐξαιρέτων αὐτῆς παθῶν λόγος, καθ̓ ὅλου μὲν πάλιν ἐπισημαίνεσθαι καὶ παρατηρεῖν προσήκει τόν τε τοῦ Ἑρμοῦ ἀστέρα καὶ τὴν σελήνην, πῶς ἔχουσι πρός τε ἀλλήλους καὶ τὰ κέντρα καὶ τοὺς πρὸς κάκωσιν οἰκείους τῶν ἀστέρων: ὡς ἐάν τε αὐτοὶ ἀσύνδετοι ὄντες πρὸς ἀλλήλους, ἐάν τε πρὸς τὸν ἀνατολικὸν ὁρίζοντα, καθυπερτερηθῶσιν ἐμπερισχεθῶσιν διαμηκισθῶσιν ὑπὸ τῶν ἀνοικείως καὶ βλαπτικῶς ἐσχηματισμένων, ποικίλων παθῶν περὶ τὰς ψυχικὰς ἰδιοτροπίας συμπιπτόντων εἰσὶ ποιητικοί, τῆς διακρίσεως αὐτῶν πάλιν θεωρουμένης ἀπὸ τῆς προκατειλημμένης τῶν τοῖς τόποις συνοικειωθέντων ἀστέρων ἰδιοτροπίας. Τὰ μὲν οὖν πλεῖστα τῶν μετριωτέρων παθῶν σχεδὸν καὶ ἐν τοῖς ἔμπροσθεν περὶ τῶν τῆς ψυχῆς ἰδιωμάτων ῥηθεῖσι διακέκριταί πως, τῆς ἐπιτάσεως αὐτῶν ἐκ τῆς τῶν κακούντων ὑπερβολῆς συνορᾶσθαι δυναμένης: ἐπειδήπερ ἤδη τις ἂν εἰκότως εἴποι [p. 364] πάθη καὶ τὰ ἄκρα τῶν ἠθῶν καὶ ἐλλείποντα πλεονάζοντα τῆς μεσότητος: τὰ δ̓ ἐξαίρετον ἔχοντα τὴν ἀμετρίαν καὶ ὥσπερ νοσηματώδη καὶ παῤ ὅλην τὴν φύσιν καὶ περί τε αὐτὸ τὸ διανοητικὸν τῆς ψυχῆς μέρος καὶ περὶ τὸ παθητικόν, ὡς ἐν τύπῳ, τοιαύτης ἔτυχε παρατηρήσεως. Ἐπιληπτικοὶ μὲν γὰρ ὡς ἐπὶ τὸ πολὺ γίνονται ὅσοι τῆς σελήνης καὶ τοῦ τοῦ Ἑρμοῦ, ὥσπερ εἴπομεν, ἀλλήλοις τῷ ἀνατολικῷ ὁρίζοντι ἀσυνδέτων ὄντων τὸν μὲν τοῦ Κρόνου ἡμέρας, τὸν δὲ τοῦ Ἄρεως νυκτὸς ἔχουσιν ἐπίκεντρον καὶ κατοπτεύοντα τὸ προκείμενον σχῆμα: μανιώδεις δ̓ ὅταν ἐπὶ τῶν αὐτῶν ἀνάπαλιν μὲν τοῦ Κρόνου νυκτός, δὲ τοῦ Ἄρεως ἡμέρας, κεκυριευκὼς τοῦ σχήματος, καὶ μάλιστα ἐν Καρκίνῳ Παρθένῳ Ἰχθύσι: δαιμονιόπληκτοι δὲ καὶ ὑγροκέφαλοι ὅταν οὕτως ἔχοντες οἱ κακοποιοῦντες ἐπὶ φάσεως οὖσαν κατέχωσι τὴν σελήνην, μὲν τοῦ Κρόνου συνοδεύουσαν, δὲ τοῦ Ἄρεως πανσεληνιάζουσαν, μάλιστα δ̓ ἐν Τοξότῃ καὶ Ἰχθύσι. μόνοι μὲν οὖν οἱ κακοποιοὶ κατὰ τὸν προειρημένον τρόπον τὴν ἐπικράτησιν τοῦ σχήματος λαβόντες ἀνίατα μέν, ἀνεπίφαντα δὲ ὅμως καὶ ἀπαραδειγμάτιστα ποιοῦσι [p. 366] τὰ προκείμενα τοῦ διανοητικοῦ τῆς ψυχῆς νοσήματα. συνοικειωθέντων δὲ τῶν ἀγαθοποιῶν Διός τε καὶ Ἀφροδίτης ἐπὶ μὲν τῶν λιβυκῶν μερῶν ὄντες αὐτοί, τῶν ἀγαθοποιῶν ἐν τοῖς ἀπηλιωτικοῖς κεκεντρωμένων, ἰάσιμα μέν, εὐπαραδειγμάτιστα δὲ ποιοῦσι τὰ πάθη: ἐπὶ μὲν τοῦ τοῦ Διὸς διὰ θεραπειῶν ἰατρικῶν καὶ ἤτοι διαιτητικῆς ἀγωγῆς φαρμακείας, ἐπὶ δὲ τοῦ τῆς Ἀφροδίτης διὰ χρησμῶν καὶ τῆς ἀπὸ θεῶν ἐπικουρίας. ἐπὶ δὲ τῶν ἀπηλιωτικῶν αὐτοὶ κεκεντρωμένοι, τῶν ἀγαθοποιῶν δυνόντων, ἀνίατά τε ἅμα καὶ πολυθρύλλητα καὶ ἐπιφανέστατα ποιοῦσι τὰ νοσήματα, κατὰ μὲν τὰς ἐπιληψίας συνεχείαις καὶ περιβοησίαις καὶ κινδύνοις θανατικοῖς τοὺς πάσχοντας περικυλίοντες: κατὰ δὲ τὰς μανίας καὶ ἐκστάσεις ἀκαταστασίαις καὶ ἀπαλλοτριώσεσι τῶν οἰκείων καὶ γυμνητείαις καὶ βλασφημίαις καὶ τοῖς τοιούτοις: κατὰ δὲ τὰς δαιμονιοπληξίας τὰς τῶν ὑγρῶν ὀχλήσεις, ἐνθουσιασμοῖς καὶ ἐξαγορίαις καὶ αἰκίαις καὶ τοῖς ὁμοίοις τῶν παραδειγματισμῶν. ἰδίως δὲ καὶ τῶν τὸ σχῆμα περιεχόντων τόπων οἱ μὲν ἡλίου καὶ οἱ τοῦ Ἄρεως πρὸς τὰς μανίας μάλιστα συνεργοῦσιν, οἱ δὲ Διὸς καὶ Ἑρμοῦ πρὸς τὰς ἐπιληψίας, οἱ δὲ τῆς Ἀφροδίτης πρὸς τὰς θεοφορίας καὶ ἐξαγορίας, οἱ δὲ τοῦ Κρόνου καὶ σελήνης πρὸς τὰς τῶν ὑγρῶν ὀχλήσεις καὶ πρὸς τὰς δαιμονιοπληξίας. [p. 368] μὲν οὖν περὶ τὸ ποιητικοῦ τῆς ψυχῆς καθ̓ ὅλας τὰς φύσεις νοσηματικὴ παραλλαγὴ σχεδὸν ἔν τε τοῖς τοιούτοις εἴδεσι καὶ διὰ τῶν τοιούτων ἀποτελεῖται σχηματισμῶν. δὲ περὶ τὸ παθητικόν, κατ̓ αὐτὸ πάλιν τὸ ἐξαίρετον θεωρουμένη, καταφαίνεται μάλιστα περὶ τὰς κατ̓ αὐτὸ τὸ γένος τοῦ ἄρρενος καὶ θήλεως ὑπερβολὰς καὶ ἐλλείψεις τοῦ κατὰ φύσιν, διαλαμβάνεται δὲ ἐπισκεπτικῶς κατὰ τὸν ὅμοιον τῷ προκειμένῳ τρόπον, τοῦ ἡλίου μέντοι μετὰ τῆς σελήνης ἀντὶ τοῦ Ἑρμοῦ παραλαμβανομένου καὶ τῆς τοῦ Ἄρεως σὺν τῷ τῆς Ἀφροδίτης πρὸς αὐτοὺς συνοικειώσεως: τούτων γὰρ οὕτως ὑπ̓ ὄψιν πιπτόντων, ἐὰν μὲν μόνα τὰ φῶτα ἐν ἀρρενικοῖς ζῳδίοις, οἱ μὲν ἄνδρες ὑπερβάλλουσι τοῦ κατὰ φύσιν, αἱ δὲ γυναῖκες τοῦ παρὰ φύσιν πρὸς τὸ ἔπανδρον ἁπλῶς τῆς ψυχῆς καὶ δραστικώτερον: ἐὰν δὲ καὶ τοῦ Ἄρεως καὶ τῆς Ἀφροδίτης ἤτοι ὁπότερος καὶ ἀμφότεροι ὦσιν ἠρρενωμένοι, οἱ μὲν ἄνδρες πρὸς τὰς κατὰ φύσιν συνουσίας γίνονται καταφερεῖς καὶ μοιχικοὶ καὶ ἀκόρεστοι καὶ ἐν παντὶ καιρῷ πρόχειροι πρός τε τὰ αἰσχρὰ καὶ τὰ παράνομα τῶν ἀφροδισίων: αἱ δὲ γυναῖκες πρὸς τὰς παρὰ φύσιν ὁμιλίας λάγναι καὶ ῥιψόφθαλμοι καὶ αἱ καλούμεναι τριβάδες: διατιθέασι δὲ θηλείας, ἀνδρῶν ἔργα ἐπιτελοῦσαι. κἂν μὲν μόνος τῆς Ἀφροδίτης ἠρρενωμένος , λάθρα καὶ οὐκ ἀναφανδόν: ἐὰν δὲ καὶ τοῦ Ἄρεως, ἄντικρυς ὥστε [p. 370] ἐνίοτε καὶ νομίμας ὥσπερ γυναῖκας τὰς διατιθεμένας ἀναδεικνύειν. Τὸ δ̓ ἐναντίον, τῶν φωτῶν κατὰ τὸν ἐκκείμενον σχηματισμὸν ἐν θηλυκοῖς ζῳδίοις ὑπαρχόντων μόνων, αἱ μὲν γυναῖκες ὑπερβάλλουσι τοῦ κατὰ φύσιν, οἱ δὲ ἄνδρες τοῦ παρὰ φύσιν, πρὸς τὸ εὔθρυπτον καὶ τεθηλυσμένον τῆς ψυχῆς: ἐὰν δὲ καὶ τῆς Ἀφροδίτης τεθηλυσμένος, αἱ μὲν γυναῖκες καταφερεῖς τε καὶ μοιχάδες καὶ λάγναι γίνονται πρὸς τὸ διατίθεσθαι κατὰ φύσιν ἐν παντί τε καιρῷ καὶ ὐπὸ παντὸς οὑτινοσοῦν, ὡς μηδενὸς ἁπλῶς, ἐάν τε αἰσχρὸν , ἐάν τε παράνομον, ἀπέχεσθαι τῶν ἀφροδισίων: οἱ δὲ ἄνδρες μαλακοί τε καὶ σαθροὶ πρὸς τὰς παρὰ φύσιν συνουσίας καὶ γυναικῶν ἔργα, διατιθέμενοι παθητικῶς, ἀποκρύφως μέντοι καὶ λεληθότως: ἐὰν δὲ καὶ τοῦ Ἄρεως τεθηλυσμένος, ἄντικρυς καὶ μετὰ παρρησίας ἀναισχυντοῦσι, τὰ προκείμενα καθ̓ ἑκάτερον εἶδος ἀποτελοῦντες, τὸ πορνικὸν καὶ πολύκοινον καὶ πολύψογον καὶ πάναισχρον σχῆμα περιβαλλόμενοι μέχρι τῆς κατά τε τὴν λοιδορίαν καὶ τὴν τῆς χρήσεως ὕβριν σημειώσεως. συμβάλλονται δὲ καὶ οἱ μὲν ἀνατολικοὶ καὶ ἑῷοι σχηματισμοὶ τοῦ τε τοῦ Ἄρεως καὶ τοῦ τῆς Ἀφροδίτης πρός τε τὸ ἐπανδρότερον καὶ εὐδιαβοητότερον, οἱ δὲ δυτικοὶ καὶ ἑσπέριοι πρός τε τὸ θηλυκώτερον καὶ τὸ κατασταλτικώτερον: ὁμοίως δὲ καὶ μὲν τοῦ Κρόνου συμπροσγενόμενος ἐπὶ τὸ ἀσελγέστερον καὶ ἀκαθαρτότερον καὶ ἐπονειδιστότερον ἑκάστῳ τῶν ἐκκειμένων πέφυκε [p. 372] συνεργεῖν, δὲ τοῦ Διὸς πρὸς τὸ εὐσχημονέστερον καὶ φυλακτικώτερον καὶ αἰδημονέστερον, δὲ τοῦ Ἑρμοῦ πρός τε τὸ περιβοητότερον καὶ τὸ τῶν παθῶν εὐκινητότερον καὶ πολυτροπώτερον καὶ εὐπροσκοπώτερον.

hide References (20 total)
  • Cross-references to this page (20):
    • Dictionary of Greek and Roman Geography (1854), ANTIGONEIA
    • Dictionary of Greek and Roman Geography (1854), ARGOS AMPHILO´CHICUM, Argivi
    • Dictionary of Greek and Roman Geography (1854), A´STACUS
    • Dictionary of Greek and Roman Geography (1854), BUTHRO´TUM
    • Dictionary of Greek and Roman Geography (1854), CEPHALLE´NIA
    • Dictionary of Greek and Roman Geography (1854), CORCY´RA
    • Dictionary of Greek and Roman Geography (1854), ELAEUS
    • Dictionary of Greek and Roman Geography (1854), EPEIRUS
    • Dictionary of Greek and Roman Geography (1854), HECATO´MPEDUM
    • Dictionary of Greek and Roman Geography (1854), I´THACA
    • Dictionary of Greek and Roman Geography (1854), OMPHA´LIUM
    • Dictionary of Greek and Roman Geography (1854), ONCHESMUS
    • Dictionary of Greek and Roman Geography (1854), ORICUM
    • Dictionary of Greek and Roman Geography (1854), PANORMUS
    • Dictionary of Greek and Roman Geography (1854), PHOENI´CE
    • Dictionary of Greek and Roman Geography (1854), POSI´DIUM
    • Dictionary of Greek and Roman Geography (1854), TENOS
    • Dictionary of Greek and Roman Geography (1854), THY´AMIS
    • Dictionary of Greek and Roman Geography (1854), TORYNE
    • Dictionary of Greek and Roman Geography (1854), ZACYNTHUS
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: