previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Περὶ τῶν καθ̓ ὅλα κλίματα ἰδιωμάτων Τῶν τοίνυν ἐθνικῶν ἰδιωμάτων τὰ μὲν καθ̓ ὅλους παραλλήλους καὶ γωνίας ὅλας διαιρεῖσθαι συμβέβηκε ὑπὸ τῆς πρὸς τὸν διὰ μέσων τῶν ζῳδίων κύκλον καὶ τὸν ἥλιον αὐτῶν σχέσεως. τῆς γὰρ καθ̓ ἡμᾶς οἰκουμένης ἐν ἑνὶ τῶν βορείων τεταρτημορίων οὔσης, οἱ μὲν ὑπὸ τοὺς νοτιωτέρους παραλλήλους, λέγω δὲ τοὺς ἀπὸ τοῦ ἰσημερινοῦ [p. 122] μέχρι τοῦ θερινοῦ τροπικοῦ, κατὰ κορυφὴν λαμβανόντες τὸν ἥλιον καὶ διακαιόμενοι, μέλανες τὰ σώματα καὶ τὰς τρίχας οὖλοί τε καὶ δασεῖς καὶ τὰς μορφὰς συνεσπασμένοι καὶ τὰ μεγέθη συντετηγμένοι καὶ τὰς φύσεις θερμοὶ καὶ τοῖς ἤθεσιν ὡς ἐπὶ πᾶν ἄγριοι τυγχάνουσι διὰ τὴν ὑπὸ καύματος συνέχειαν τῶν οἰκήσεων, οὓς δὴ καλοῦμεν κοινῶς Αἰθίοπας. καὶ οὐ μόνον αὐτοὺς ὁρῶμεν οὕτως ἔχοντας ἀλλὰ καὶ τὸ περιέχον αὐτοὺς τοῦ ἀέρος κατάστημα καὶ τὰ ἄλλα ζῷα καὶ τὰ φυτὰ παῤ αὐτοῖς ἐμφανίζοντα τὴν διαπύρωσιν. Οἱ δὲ ὑπὸ τοὺς βορειοτέρους παραλλήλους, λέγω δὲ τοὺς ὑπὸ τὰς ἄρκτους τὸν κατὰ κορυφὴν ἔχοντες τόπον, πολὺ τοῦ ζωδιακοῦ καὶ τῆς τοῦ ἡλίου θερμότητος ἀφεστῶτες, κατεψυγμένοι μέν εἰσι διὰ τοῦτο, δαψιλεστέρας δὲ μεταλαμβάνοντες τῆς ὑγρᾶς οὐσίας, θρεπτικωτάτης οὔσης καὶ ὑπὸ μηδενὸς ἀναπινομένης θερμοῦ, λευκοί τε τὰ χρώματά εἰσι καὶ τετανοὶ τὰς τρίχας τά τε σώματα μεγάλοι καὶ εὐτραφεῖς τοῖς μεγέθεσι καὶ ὑπόψυχροι τὰς φύσεις, ἄγριοι δὲ καὶ αὐτοὶ τοῖς ἤθεσι διὰ τὴν ὑπὸ τοῦ κρύους συνέχειαν τῶν οἰκήσεων. ἀκολουθεῖ δὲ τούτοις καὶ τοῦ περιέχοντος αὐτοὺς ἀέρος χειμὼν καὶ τῶν φυτῶν τὰ μεγέθη καὶ τὸ δυσήμερον τῶν ζῴων. καλοῦμεν δὲ καὶ τούτους ὡς ἐπὶ πᾶν Σκύθας. Οἱ δὲ μεταξὺ τοῦ θερινοῦ τροπικοῦ καὶ τῶν ἄρκτων, μήτε κατὰ κορυφὴν γινομένου παῤ αὐτοῖς [p. 124] τοῦ ἡλίου μήτε πολὺ κατὰ τὰς μεσημβρινὰς παρόδους ἀφισταμένου, τῆς τε τῶν ἀέρων εὐκρασίας μετειλήφασι, καὶ αὐτῆς μὲν διαφερούσης ἀλλ̓ οὐ σφόδρα μεγάλην τὴν παραλλαγὴν τῶν καυμάτων πρὸς τὰ ψύχη λαμβανούσης. ἔνθεν τοῖς χρώμασι μέσοι καὶ τοῖς μεγέθεσι μέτριοι καὶ ταῖς φύσεσιν εὔκρατοι καὶ ταῖς οἰκήσεσι συνεχεῖς καὶ τοῖς ἤθεσιν ἥμεροι τυγχάνουσι. τούτων δὲ οἱ πρὸς νότον ὡς ἐπὶ πᾶν ἀγχινούστεροι καὶ εὐμήχανοι μᾶλλον καὶ περὶ τὴν τῶν θείων ἱστορίαν ἱκανώτεροι διὰ τὸ συνεγγίζειν αὐτῶν τὸν κατὰ κορυφὴν τόπον τοῦ ζωδιακοῦ καὶ τῶν περὶ αὐτὸν πλανωμένων ἀστέρων, οἷς οἰκείως καὶ αὐτοὶ τὰς ψυχικὰς κινήσεις εὐεπηβόλους τε ἔχουσι καὶ διερευνητικὰς καὶ τῶν ἰδίως καλουμένων μαθημάτων περιοδευτικάς. καὶ τούτων δὲ πάλιν οἱ μὲν πρὸς ἕω μᾶλλόν εἰσιν ἠρρενωμένοι καὶ εὔτονοι τὰς ψυχὰς καὶ πάντα ἐκφαίνοντες, ἐπειδὴ τὰς ἀνατολὰς ἄν τις εἰκότως τῆς ἡλιακῆς φύσεως ὑπολάβοι καὶ τὸ μέρος ἐκεῖνο ἡμερινόν τε καὶ ἀρρενικὸν καὶ δεξιόν, καθ̓ κἀν τοῖς ζῴοις ὁρῶμεν τὰ δεξιὰ μέρη μᾶλλον ἐπιτηδειότητα ἔχοντα πρὸς ἰσχὺν καὶ εὐτονίαν. οἱ δὲ πρὸς ἑσπέραν τεθηλυσμένοι μᾶλλόν εἰσι καὶ τὰς ψυχὰς ἁπαλώτεροι καὶ τὰ πολλὰ κρύπτοντες, ἐπειδὴ πάλιν τοῦτο τὸ μέρος σεληνιακὸν τυγχάνει, πάντοτε τῆς σελήνης τὰς [p. 126] πρώτας ἐπιτολὰς καὶ ἀπὸ συνόδου φαντασίας ἀπὸ λιβὸς ποιουμένης. διὰ δὴ τοῦτο νυκτερινὸν δοκεῖ κλίμα θηλυκὸν καὶ εὐώνυμον ἀντικειμένως τῷ ἀνατολικῷ. Ἤδη δέ τινες καὶ ἐν ἑκάστοις τούτοις τῶν ὅλων μερῶν ἰδιότροποι περιστάσεις ἠθῶν καὶ νομίμων φυσικῶς ἐξηκολούθησαν. ὥσπερ γὰρ ἐπὶ τῶν τοῦ περιέχοντος καταστημάτων καὶ ἐν τοῖς ὡς ἐπὶ πᾶν κατειλεγμένοις θερμοῖς ψυχροῖς εὐκράτοις καὶ κατὰ μέρος ἰδιάζουσι τόποι καὶ χῶραί τινες ἐν τῷ μᾶλλον ἧττον ἤτοι διὰ θέσεως τάξιν ὕψος ταπεινότητα διὰ παράθεσιν: ἔτι δὲ ὡς ἱππικοί τινες μᾶλλον διὰ τὸ τῆς χώρας πεδινόν, καὶ ναυτικοὶ διὰ τὴν τῆς θαλάττης ἐγγύτητα, καὶ ἥμεροι διὰ τὴν τῆς χώρας εὐθηνίαν, οὕτω καὶ ἐκ τῆς πρὸς τοὺς ἀστέρας κατὰ τὰ δωδεκατημόρια φυσικῆς τῶν κατὰ μέρος κλιμάτων συνοικειώσεως ἰδιοτρόπους ἄν τις εὕροι φύσεις παῤ ἑκάστοις, καὶ αὐτὰς δὲ ὡς ἐπὶ πᾶν οὐχ ὡς καὶ καθ̓ ἕνα ἕκαστον πάντως ἐνυπαρχούσας. ἀναγκαῖον οὖν ἐφ̓ ὧν ἂν εἴη χρήσιμον πρὸς τὰς κατὰ μέρος ἐπισκέψεις κεφαλαιωδῶς ἐπελθεῖν. [p. 128]

hide References (34 total)
  • Cross-references to this page (34):
    • Harper's, Iuvernia
    • Dictionary of Greek and Roman Geography (1854), ARGITA
    • Dictionary of Greek and Roman Geography (1854), ARRABO
    • Dictionary of Greek and Roman Geography (1854), AUSOBA
    • Dictionary of Greek and Roman Geography (1854), AUTERI
    • Dictionary of Greek and Roman Geography (1854), BORE´UM PROM
    • Dictionary of Greek and Roman Geography (1854), BOVINDA
    • Dictionary of Greek and Roman Geography (1854), BRIGANTES
    • Dictionary of Greek and Roman Geography (1854), BRITANNICAE INSULAE or BRITANNIA
    • Dictionary of Greek and Roman Geography (1854), DUNUM
    • Dictionary of Greek and Roman Geography (1854), EDROS
    • Dictionary of Greek and Roman Geography (1854), IERNUS
    • Dictionary of Greek and Roman Geography (1854), ISAMNIUM
    • Dictionary of Greek and Roman Geography (1854), IVERNIS
    • Dictionary of Greek and Roman Geography (1854), LI´BNIUS
    • Dictionary of Greek and Roman Geography (1854), LIMNUS
    • Dictionary of Greek and Roman Geography (1854), MANA´PII
    • Dictionary of Greek and Roman Geography (1854), NAGNA´TA
    • Dictionary of Greek and Roman Geography (1854), NOTIUM
    • Dictionary of Greek and Roman Geography (1854), O´BOCA
    • Dictionary of Greek and Roman Geography (1854), RAVIUS
    • Dictionary of Greek and Roman Geography (1854), RE´GIA
    • Dictionary of Greek and Roman Geography (1854), RHAEBA
    • Dictionary of Greek and Roman Geography (1854), RICINA
    • Dictionary of Greek and Roman Geography (1854), ROBOGDII
    • Dictionary of Greek and Roman Geography (1854), ROBOGDIUM PROM
    • Dictionary of Greek and Roman Geography (1854), SACRUM
    • Dictionary of Greek and Roman Geography (1854), SENUS
    • Dictionary of Greek and Roman Geography (1854), TRAPEZO´POLIS
    • Dictionary of Greek and Roman Geography (1854), VENNI´CNII
    • Dictionary of Greek and Roman Geography (1854), VENNI´CNIUM PROM
    • Dictionary of Greek and Roman Geography (1854), VIDUA
    • Dictionary of Greek and Roman Geography (1854), VI´NDERIS
    • Dictionary of Greek and Roman Geography (1854), VOLUNTII
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: