previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Περὶ τῆς τῶν πλανωμένων ἀστέρων δυνάμεως ἥλιος κατείληπται τὸ ποιητικὸν ἔχων τῆς οὐσίας ἐν τῷ θερμαίνειν, καὶ ἠρέμα ξηραίνειν. ταῦτα δὲ μάλιστα τῶν ἄλλων ἡμῖν εὐαισθητότερα γίνεται διά τε τὸ μέγεθος αὐτοῦ καὶ τὸ τῶν κατὰ τὰς ὥρας μεταβολῶν ἐναργές, ἐπειδήπερ ὅσῳ ἂν μᾶλλον ἐγγίζῃ τοῦ κατὰ κορυφὴν ἡμῶν τόπου, μᾶλλον ἡμᾶς οὕτω διατίθησιν. δὲ σελήνη τὸ μὲν πλέον ἔχει τῆς δυνάμεως ἐν τῷ ὑγραίνειν, διὰ τὴν περιγειότητα δηλονότι καὶ τὴν τῶν ὑγρῶν ἀναθυμίασιν. καὶ διατίθησιν οὕτως ἄντικρυς τὰ σώματα πεπαίνουσα καὶ διασήπουσα τὰ πλεῖστα, κεκοινώνηκε δὲ ἠρέμα καὶ τοῦ θερμαίνειν διὰ τοὺς ἀπὸ τοῦ ἡλίου φωτισμούς. δὲ τοῦ Κρόνου ἀστὴρ τὸ πλέον ἔχει τῆς ποιότητος ἐν τῷ ψύχειν καὶ τῷ ἠρέμα ξηραίνειν, διὰ τὸ [p. 36] πλεῖστον, ὡς ἔοικεν, ἀπέχειν ἅμα τῆς τε τοῦ ἡλίου θερμασίας καὶ τῆς τῶν περὶ τὴν γῆν ὑγρῶν ἀναθυμιάσεως. συνίστανται δὲ δυνάμεις ἐπί τε τούτου καὶ τῶν λοιπῶν, καὶ διὰ τῆς τῶν πρὸς τὸν ἥλιον καὶ τὴν σελήνην σχηματισμῶν παρατηρήσεως, ἐπειδήπερ οἱ μὲν οὕτως, οἱ δὲ οὕτω τὴν τοῦ περιέχοντος κατάστασιν ἐπὶ τὸ μᾶλλον ἧττον συντρέποντες φαίνονται. δὲ τοῦ Ἄρεως ξηραίνειν μάλιστα καὶ καυσοῦν ἔχει φύσιν, τῷ τε πυρώδει τοῦ χρώματος οἰκείως καὶ τῇ πρὸς τὸν ἥλιον ἐγγύτητι, ὑποκειμένης αὐτῷ τῆς ἡλιακῆς σφαίρας. δὲ τοῦ Διὸς εὔκρατον ἔχει τὸ ποιητικὸν τῆς δυνάμεως, μεταξὺ γινομένης τῆς κινήσεως αὐτοῦ τοῦ τε κατὰ τὸν Κρόνον ψυκτικοῦ καὶ τοῦ κατὰ τὸν Ἄρην καυστικοῦ. θερμαίνει τε γὰρ ἅμα καὶ ὑγραίνει, καὶ διὰ τὸ μᾶλλον εἶναι θερμαντικός, ὑπὸ τῶν ὑποκειμένων σφαιρῶν, γονίμων πνευμάτων γίνεται ποιητικός. Καὶ τῆς Ἀφροδίτης δὲ τῶν μὲν αὐτῶν ἐστι κατὰ τὸ εὔκρατον ποιητικός, ἀλλὰ κατὰ τὸ ἐναντίον. θερμαίνει μὲν γὰρ ἠρέμα διὰ τὴν ἐγγύτητα τὴν πρὸς τὸν ἥλιον: μάλιστα δὲ ὑγραίνει καθάπερ σελήνη καὶ αὐτὸς διὰ τὸ μέγεθος τῶν ἰδίων φωτῶν, νοσφιζόμενος τὴν ἀπὸ τῶν περιεχόντων τὴν γῆν ὑγρῶν ἀναθυμίασιν. [p. 38] δὲ τοῦ Ἑρμοῦ ὡς ἐπὶ πᾶν ἐξ ἴσου ποτὲ μὲν ξηραντικὸς καταλαμβάνεται καὶ τῶν ὑγρῶν ἀναπωτικός, διὰ τὸ μηδέποτε πολὺ τῆς τοῦ ἡλίου θερμασίας κατὰ μῆκος ἀφίστασθαι, ποτὲ δ̓ αὖ ὑγραντικός, διὰ τὸ τῇ περιγειοτάτῃ σφαίρᾳ τῆς σελήνης ἐπικεῖσθαι, ταχείας δὲ ποιεῖσθαι τὰς ἐν ἀμφοτέροις μεταβολάς, πνευματούμενος ὥσπερ ὑπὸ τῆς περὶ αὐτὸν τὸν ἥλιον ὀξυκινησίας.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: