previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Περὶ τῆς τῶν ὡρῶν καὶ δ γωνιῶν δυνάμεως Καὶ τῶν ὡρῶν δὲ τῶν τοῦ ἔτους δ οὐσῶν, ἔαρος τε καὶ θέρους καὶ μετοπώρου καὶ χειμῶνος, τὸ μὲν ἔαρ ἔχει τὸ μᾶλλον ἐν τῷ ὑγρῷ διὰ τὴν κατὰ τὸ παρῳχημένον ψύχος, ἀρχομένης δὲ τῆς θερμασίας, διάχυσιν: τὸ δὲ θέρος τὸ πλέον ἐν τῷ θερμῷ διὰ τὴν τοῦ ἡλίου πρὸς τὸν κατὰ κορυφὴν ἡμῶν τόπον ἐγγύτητα: τὸ δὲ μετόπωρον τὸ μᾶλλον ἐν τῷ ξηρῷ, διὰ τὴν κατὰ τὸ παρῳχημένον καῦμα τῶν ὑγρῶν ἀνάπωτιν: δὲ χειμὼν τὸ πλέον ἐν τῷ ψυχρῷ διὰ τὸ τὸν ἥλιον πλεῖστον ἀφίστασθαι τοῦ κατὰ κορυφὴν ἡμῶν τόπου. διόπερ, καὶ τοῦ ζωδιακοῦ μηδεμιᾶς οὔσης φύσει ἀρχῆς ὡς κύκλου, τὸ ἀπὸ τῆς ἐαρινῆς ἰσημερίας ἀρχόμενον δωδεκατημόριον, τὸ τοῦ Κριοῦ, [p. 60] καὶ τῶν ὅλων ἀρχὴν ὑποτίθενται, καθάπερ ἐμψύχου ζῴου τοῦ ζωδιακοῦ τὴν ὑγρὰν τοῦ ἔαρος ὑπερβολὴν προκαταρκτικὴν ποιούμενοι, καὶ ἐφεξῆς τὰς λοιπὰς ὥρας διὰ τὸ καὶ πάντων ζῴων τὰς μὲν πρώτας ἡλικίας τὸ πλέον ἔχειν τῆς ὑγρᾶς οὐσίας, παραπλησίως τῷ ἔαρι ἁπαλὰς οὔσας καὶ ἔτι τρυφεράς: τὰς δὲ δευτέρας τὰς μέχρι τῆς ἀκμαιότητος τὸ πλέον ἔχειν ἐν τῷ θερμῷ παραπλησίως τῷ θέρει: τὰς δὲ τρίτας καὶ ἤδη ἐν παρακμῇ καὶ ἀρχῇ φθίσεως τὸ πλέον ἤδη καὶ αὐτὰς ἔχειν ἐν τῷ ξηρῷ παραπλησίως τῷ μετοπώρῳ: τὰς δὲ ἐσχάτας καὶ πρὸς τῇ διαλύσει τὸ πλέον ἔχειν ἐν τῷ ψυχρῷ καθάπερ καὶ χειμών. Ὁμοίως δὲ καὶ τῶν δ τοῦ ὁρίζοντος τόπων καὶ γωνιῶν, ἀφ̓ ὧν καὶ οἱ καθ̓ ὅλα μέρη πνέοντες ἄνεμοι τὰς ἀρχὰς ἔχουσι, μὲν πρὸς τὰς ἀνατολὰς αὐτός τε τὸ πλέον ἔχει ἐν τῷ ξηρῷ διὰ τὸ κατ̓ αὐτὸν γινομένου τοῦ ἡλίου τὰ ἀπὸ τῆς νυκτὸς ὑγρανθέντα τότε πρῶτον ἄρχεσθαι ξηραίνεσθαι: οἵ τε ἀπ̓ αὐτοῦ πνέοντες ἄνεμοι, οὓς κοινότερον [p. 62] ἀπηλιώτας καλοῦμεν, ἄνικμοί τέ εἰσι καὶ ξηραντικοί. δὲ πρὸς μεσημβριαν τόπος αὐτός τέ ἐστι θερμότατος διά τε τὸ πυρῶδες τῶν τοῦ ἡλίου μεσουρανήσεων καὶ διὰ τὸ ταύτας κατὰ τὴν τῆς ἡμετέρας οἰκουμένης ἔγκλισιν πρὸς μεσημβρίαν μᾶλλον ἀποκλίνειν: οἵ τε ἀπ̓ αὐτοῦ πνέοντες ἄνεμοι, οὓς κοινῶς νότους καλοῦμεν, θερμοί τέ εἰσι καὶ μανωτικοί. δὲ πρὸς ταῖς δυσμαῖς τόπος αὐτός τέ ἐστιν ὑγρὸς διὰ τὸ κατ̓ αὐτὸν γινομένου τοῦ ἡλίου τὰ ἀπὸ τῆς ἡμέρας ἀναποθέντα τότε πρῶτον ἄρχεσθαι διυγραίνεσθαι: οἵ τε ἀπ̓ αὐτοῦ φερόμενοι ἄνεμοι, οὓς κοινότερον ζεφύρους καλοῦμεν, νεαροί τέ εἰσι καὶ ὑγραντικοί. δὲ πρὸς ταῖς ἄρκτοις τόπος αὐτός τέ ἐστι ψυχρότατος διὰ τὸ κατὰ τὴν τῆς ἡμετέρας οἰκουμένης ἔγκλισιν τὰς τῆς θερμότητος αἰτίας τῶν τοῦ ἡλίου μεσουρανήσεων πλέον αὐτοῦ διεστάναι, ὥσπερ ἀντιμεσουρανοῦντος: οἵ τε ἀπ̓ αὐτοῦ πνέοντες ἄνεμοι, οἱ καλούμενοι κοινῶς βορέαι, ψυχροί τε ὑπάρχουσι καὶ πυκνωτικοί. Χρησίμη δὲ καὶ τούτων διάληψις πρὸς τὸ τὰς συγκράσεις πάντα τρόπον ἑκάστοτε δύνασθαι διακρίνειν. εὐκατανόητον γὰρ διότι καὶ παρὰ τὰς τοιαύτας καταστάσεις ἤτοι τῶν ὡρῶν τῶν ἡλικιῶν τῶν γωνιῶν τρέπεταί πως τὸ ποιητικὸν τῆς τῶν ἀστέρων δυνάμεως, καὶ ἐν μὲν ταῖς οἰκείαις καταστάσεσιν ἀκρατοτέραν τε ἔχουσι τὴν ποιότητα καὶ τὴν ἐνέργειαν ἰσχυροτέραν, οἷον ἐν ταῖς θερμαῖς οἱ [p. 64] θερμαντικοὶ τὴν φύσιν, καὶ ἐν ταῖς ὑγραῖς οἱ ὑγραντικοί, ἐν δὲ ταῖς ἐναντίαις κεκραμένην καὶ ἀσθενεστέραν: ὡς ἐν ταῖς ψυχραῖς οἱ θερμαντικοὶ καὶ ἐν ταῖς ξηραῖς οἱ ὑγραντικοὶ καὶ ἐν ταῖς ἄλλαις δὲ ὡσαύτως κατὰ τὸ ἀνάλογον τῇ διὰ τῆς μίξεως συγκιρναμένῃ ποιότητι.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: