next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

νῦν σὲ καὶ μᾶλλον φιλοῦμεν οὕτως ἐρωτικῶς τοῦ Πλάτωνος ἔχοντα, ὃν ἐγὼ φαίην ἂν τιμᾶν καθ᾽ Ὅμηρον ἶσον ἐμῇ κεφαλῇ. εἰ γάρ τοι καὶ πάντες φαῦλοι πρὸς ἐκεῖνον, ἀλλ᾽ ἕκαστος τιμιώτατος αὐτὸς ἑαυτῷ, φασί. καίτοι τί λέγω; οὐκ οἶδα μὲν γὰρ εἰ πιστεύεις: ἀληθὲς δὲ ἐρῶ. εἰ δὲ μὴ ἐγγὺς ἐκεῖνον ἔφησας ἡμῶν εἶναι, οὐκ ἂν οὕτω με εὔφρανας ὡς ὅτι προκατείληψαι δείξας: οὕτως ἐμοὶ φίλος ἁνὴρ καὶ φίλων ἐπέκεινα. συνέβη δέ μοι καὶ περὶ Δημοσθένη τοιοῦτον ἕτερον, φράσω δὲ καὶ πρὸς σέ. ἀνὴρ τῶν ἐκ τῆς γερουσίας τῆς Ῥωμαίων, Λίβυς τὰ ἀρχαῖα, Μάξιμος τοὔνομα, ἄξιος ὅτου βούλει, φασὶ δὲ οἱ ταῦτα δεινοὶ καὶ ῥήτορα αὐτὸν ἐν πρώτοις εἶναι Ῥωμαίων, οὗτος τοῖς τε Δημοσθένους λόγοις προσέκειτο ὑπερφυῶς καὶ οὐκ [p. 416] οἶδ᾽ ὅντινα τρόπον καὶ τοῖς ἡμετέροις ἑάλω τούτοις: καὶ δὴ οἷα συμφοιτῶν τε εἰς Ἀσκληπιοῦ καὶ φιλοκαλίας ἐλλείπων οὐδὲν συνῆν ἐμοὶ καθ᾽ ἑκάστην ἡμέραν κατὰ τοὺς


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: