ἄμεινον εἰπεῖν καὶ πότ᾽ ἐᾶσαι, ὥσπερ καὶ ὅστις οἶδε πότε
πλεῖν καιρὸς, οὐκ ἀγνοεῖ καὶ πόθ᾽ ὁρμεῖν: ὅστις δὲ λόγου καὶ σιωπῆς καιρὸν ἐπίσταται, κατ᾽ οὐδέτερον τούτων
ἁμαρτήσεται. ὁ δὲ μήτε λέγων μήτε σιωπῶν οὐδέποτε ἐκ
τῶν εἰκότων κατὰ γοῦν τὴν τέχνην. οὐκ ἄρα τοῦ φιλοσόφου μᾶλλον ἢ τοῦ ῥήτορος εἰδέναι πότε χρὴ σιωπᾶν. καὶ
μὴν ὅστις γε ἃ προσήκει λέγειν οἶδεν οἶδεν ἃ πράττειν [p. 130]
προσήκει. οὐδεὶς γάρ ἐστιν ὅστις ἃ προσήκει πράττειν εἰπεῖν εἰδὼς ἃ προσήκει πράττειν ἀγνοεῖ, οὐδὲ ὅστις ἀγνοῶν
ἃ προσήκει πράττειν εἰπεῖν ἔχει. καὶ μὴν ὅ γε εἰδὼς ἑτέρῳ
τί πρακτέον οἶδε καὶ τί αὑτῷ δή που, ὥσπερ γε καὶ ὅστις
διψῶντα ἕτερον παύειν ἑαυτὸν οὐκ ἀγνοεῖ. ὁ αὐτὸς ἄρα
ἐκ τοῦ λόγου φαίνεται λέγειν τε ἃ δεῖ καὶ πράττειν δυνάμενος καὶ ὁ αὐτὸς περὶ ἀμφοτέρων κατὰ τὸ εἰκὸς ἁμαρτών.
ταῦτ᾽ ἄρα καὶ οἱ παλαιοὶ συνῆπτον τὰς δυνάμεις
καὶ οὐ διέκρινον. ἀλλ᾽ Ὅμηρος μὲν ἔφη τὸν Φοίνικα ὑπὸ
τοῦ Πηλέως πεμφθῆναι τῷ Ἀχιλλεῖ
μύθων τε ῥητῆρ᾽ ἔμεναι πρηκτηρά τε ἔργων,ὡς τὸν αὐτὸν εἰδότα ἅ τε δεῖ λέγειν καὶ ἃ πράττειν ἄμεινον. καὶ πρό γε τούτου πρότερον αὐτὸς συνῆψεν εἰπὼν
οὔπω εἰδόθ᾽ ὁμοιίου πολέμοιο,τὸ μὲν πρακτικὸν ἐξ ἑνὸς εἴδους τοῦ κατὰ τὸν πόλεμον ἐμφανίζων, τὸ δ᾽ αὖ λογικὸν ἐκ τοῦ κατὰ τὰς ἀγορὰς, μνησθεὶς δὲ ὅμως ἀμφοτέρων τὸ ‘ἵνα τ᾽ ἄνδρες ἀριπρεπέες τελέθουσι’ ταῖς ἀγοραῖς προσέθηκεν, οὐ τῷ πολέμῳ, ὡς ἀμείνω τὸν ῥήτορα ὄντα ὅταν λέγῃ περὶ τῶν πρακτέων, ἢ ὅταν αὐτὸς πράττῃ τὴν πρᾶξιν. εἰκότως. ὅσῳ γὰρ βέλτιον ἄρχειν ἢ διακονεῖν, τοσούτῳ λέγειν τὰ δέοντα βέλτιον ἢ πράττειν. ὁ μὲν γὰρ οἶμαι πολλοῖς σύμβουλος γίγνεται, ὁ δὲ ἀνθ᾽ ἑνὸς ἄλλου τινὸς γίγνεται. ὥσπερ οὖν [p. 131] τοὺς ἀρχιτέκτονας τῶν τεκτόνων ἀνάγκη προέχειν, ὄντας ὅμως περὶ ταῦτα ἃ τῆς τῶν τεκτόνων ἐστὶν ἐμπειρίας,
οὐδ᾽ ἀγορέων, ἵνα τ᾽ ἄνδρες ἀριπρεπέες τελέθουσιν,