‘
πατρίδα καὶ ἱερῶν ἀθεραπευσίαν καὶ τάφους, μὴ διὰ φιλονεικίαν πάντως πάντα ἀπολέσῃ, βαρβάροις ἐπίχαρτος
γενόμενος.’
εἰ τοίνυν καὶ τοιαῦτα γέρα τοὺς τῶν ἠλευθερωκότωντὴν πόλιν ἐκγόνους λαμβάνειν εἰκὸς, ὥστ᾽ αὐτοὺς γίγνεσθαι δυνάστας καὶ βασιλέας ἀντὶ τῶν προτέρων ἐκείνων, ἦ που τούς γε αὐτοὺς ἐλευθερώσαντας ἅπαν τὸ τῶν Ἑλλήνων γένος οὐχὶ δίκαιον πρὸς τῷ μηδενὸς πλείονος ἀξιοῦν μηδ᾽ ἐλευθέρους τὸ κοινὸν ἐᾶν εἶναι δοκεῖν. εἰ δὲ δὴ καὶ τὸν τοῦ τῶν πολεμίων ἄρχοντα στρατοπέδου δίκαιον βασιλέα ποιεῖσθαι, ἐὰν ἐθελήσῃ πατρίδα καὶ ἱερῶν ἀθεραπευσίαν καὶ τάφους ἐλεῆσαι, καὶ ὅπως μὴ διὰ φιλονεικίαν πάντως πάντα ἀπολέσῃ βαρβάροις ἐπίχαρτος γενόμενος, τούς γε οὐ μετὰ πολεμίων ταξαμένους, ἀλλὰ πρὸς τοὺς ἐξ ἁπάσης γῆς πολεμίους ἀντιταξαμένους, ποῦ θήσομεν, οἳ πρὸς τῇ σφετέρᾳ πατρίδι καὶ ἄλλοις πολλοῖς ὤρθωσαν τὰς πατρίδας, καὶ ἱερὰ καὶ τάφους διετήρησαν, καὶ οὔτε αὐτῶν οὐδεὶς βαρβάροις ἐπίχαρτος ἐγένετο οὔθ᾽ ἡ Ἑλλὰς δι᾽ αὐτούς; ἆρά γε φαῦλα ἢ φαύλης χάριτος ταῦτ᾽ ἄξια τοῖς ἀνδράσιν; εἶθ᾽ οὓς, εἰ δεῖ πείθεσθαι τοῖς Πλάτωνος λόγοις, τιμῶν ἀξιοῦν δεῖ καὶ πολὺ μειζόνων ἢ κατὰ τὰς συνήθεις, τούτους τοῖς Πλάτωνος λόγοις πεισθέντες κόλακας καὶ διακόνους καὶ τοῦ μηδενὸς ἀξίους προσεροῦμεν; οὐ μέντἂν δίκαια ποιοῖμεν. [p. 109] τὸ δὲ πάντων ἀτοπώτατον, ὅτι χρῆται μὲν τούτοις ἐν ἐλέγχῳ τοῦ κολακείαν εἶναι τὴν ῥητορικὴν, ὡς δὴ τούτους ὄντας ῥήτορας, πάλιν δ᾽ αὐτὸς αὐτοὺς ἀφίησι τῆς κολακείας. οὔκουν φησί γ᾽ αὐτοὺς ταύτῃ χρῆσθαι ἐν οἷς περὶ ὧν ἔπαθον λέγει. κἀν τούτοις οὖν ἀνάγκη θάτερον ἐψεῦσθαι. εἰ μὲν γὰρ ἡ ῥητορικὴ κολακεία, πάντως κόλακας δεῖ τούτους εἶναι, ῥήτοράς γε ὄντας, ὥς φησιν: εἰ δὲ