ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει:ὁμοῦ μὲν τὸ ἀξίωμα τῆς ῥητορικῆς ἐμφανίζων καὶ τὴν δύναμιν αὐτῆς ὁπόση τις καὶ ἡλίκη, ὁμοῦ δ᾽ αὐτὰ ταῦτα τῷ θεῷ προστιθεὶς ὡς ἐκεῖθεν ἥκοντα, ὥσπερ Πλάτωνι ἀποκρινάμενος, οὐκ Εὐρυάλῳ. δοκεῖ δέ μοι καὶ Ἡσίοδος τῆς αὐτῆς ἔχεσθαι γνώμης Ὁμήρῳ καὶ τοῖς ῥήμασι μόνοις διαλλάττειν ἐν τοῖσδε τοῖς ἔπεσι
κεῖνος μὲν πανάριστος ὃς αὑτῷ πάντα νοήσῃ:πρῶτον μὲν ἔθετο τὸν αὐτὸν εὑρόντα τὰ βέλτιστα, ἔσχατον δὲ ἀμαθίᾳ τὸν οὔτε συνιέντα οὔτε πειθόμενον, μέσον δὲ ἀμφοτέρων, ὥσπερ ἐν ἀριθμῶν ὅροις, τὸν τῷ συνιέντι πεισθέντα, τοσούτῳ χείρω τοῦ νοήσαντος, ὅσῳ βελτίω τοῦ μήθ᾽ εὑρόντος μήτε πεισθέντος. οὐκοῦν ὁ μὲν αὐτὸς πάντα νοήσας ἐστὶν ὁ εὖ εἰπών: εἰ δὲ βούλει ἐκείνως, ὁ μὲν εὖ εἰπών ἐστιν ὁ νοήσας αὐτὸς ἅπαντα. δῆλον δέ: προσθεὶς γὰρ ‘ὃς αὐτὸς πάντα νοήσῃ’ μετείληφεν ἐν τῷ δευτέρῳ ἐπὶ τοῦ εὖ εἰπόντος τὸν αὐτὸν τοῦτον λέγων, ἀντὶ τοῦ νοήσαντος τὸν εὖ εἰπόντα θεὶς, ὡς αὐτὸν τοῦτον ὄντα τὸν βέλτιστον ῥήτορα. οὕτω δὲ τούτων κειμένων ὁ μὲν, οἶμαι, νοήσας παντὶ συμβαλεῖν ῥᾴδιος, ὅτι ὁ τῇ φύσει κρατῶν ἐστὶν, ὃν ἄριστον ὡρίσατο, ὃν καὶ εὖ εἰπόντα προσεῖπεν: ὁ δ᾽ αὖ πεισθεὶς ἐν τῇ τοῦ μαθόντος γίγνεται μερίδι. ἀκούσας γὰρ τοῦ τὰ βέλτιστα λέγοντος οὕτω χρῆται παρ᾽ ἐκείνου λαβών. εὑρεῖν οὖν φησιν, ὦ Πλάτων, κρεῖττον ἢ μαθεῖν, καὶ τέχνη φύσεως δεύτερον, εἰκότως Ἡσίοδος καὶ
ἐσθλὸς δ᾽ αὖ κἀκεῖνος ὃς εὖ εἰπόντι πίθηται: [p. 32]
ὃς δέ γε μήτ᾽ αὐτὸς νοέῃ μήτ᾽ ἄλλου ἀκούων
ἐν θυμῷ βάλληται, ὁ δ᾽ αὖτ᾽ ἀχρήιος ἀνήρ.